Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1
Ὁ δὲ ῥὴξ Ἰωάννης μικρὸν ἐπιβιώσας ἐξ ἀνθρώπων ἐγένετο, τῷ γαμβρῷ Βαλδουίνῳ τὴν Κωνσταντίνου ὡς κλῆρον καταλιπών. ὁ δὲ Ἀσὰν μετάμελος ἐπὶ ταῖς συνθήκαις τοῦ βασιλέως φανεὶς τρόπον ἐζήτει, δι' οὗ τὸ θυγάτριον τοῦ συζύγου ἀποσπάσει. τῶν γὰρ Ῥωμαίων ἐδεδίει πάνυ τὴν προκοπήν. σκέπτεται γοῦν αἰτίαν καὶ στέλλει πρὸς τὴν βασιλίδα, ὡς ἐπεὶ πλησιάσειε τῇ Ἀδριανοῦ, βούλεται αὐτὸς καὶ ἡ σύζυγος τὸ θυγάτριον ἰδεῖν καὶ πατρικῶς περιπτύ ξασθαι. οἱ οὖν βασιλεῖς καίτοι ἐπιγνόντες τὴν σκευωρίαν, ὅμως πέμπουσι πρὸς τὸν Ἀσὰν τὴν θυγατέρα, τοῦτ' εἰρη κότες, ὡς εἰ τὴν θυγατέρα κατάσχοι, ἔσται θεὸς τιμωρός. καὶ ὁ Βούλγαρος λαβὼν τὴν θυγατέρα ᾤχετο, τοὺς ἑπομέ νους αὐτῇ πάντας ὀπισθορμήτους ποιήσας. καὶ τὸν Αἷμον διαβὰς ἐχώρει περὶ τὸν Τρίνοβον, κλαιούσης μὲν τῆς αὐ τοῦ θυγατέρος καὶ ὀλοφυρομένης· ὅτε φασὶ τὸν Ἀσὰν προσλαβόμενον αὐτὴν τύψαι κατὰ κόρρης καὶ ἐπαπειλῆσαι δεινῶς.