Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1
Κατ' ἐκεῖνο καιροῦ καὶ τὸ τῶν Σκυθῶν γένος, τῶν Ταρτάρων καταδραμόντων αὐτῶν, ὁπόσοι τὸ ξίφος ἐκείνων ἐξέφυγον, ἀσκοῖς τὸν Ἴστρον διαπεράσαντες καὶ τὸν Αἷμον ὑπερπηδήσαντες τέκνοις ἅμα καὶ γυναιξί, καὶ ἀκόντων Βουλγάρων– πολλαὶ γὰρ ὑπῆρχον χιλιοστύες– τοὺς τῆς Μακεδονίας χώρους κατέλαβον, οἱ μὲν περὶ τὸν Ἕβρον καὶ τὰ ἐκεῖσε πεδία τὰς νομὰς ποιούμενοι, οἱ δὲ περὶ τὴν Μαρίτζαν. ἐλήιζον γοῦν τὰ ἐν Μακεδονίᾳ ἅπαντα, καὶ πολιχνίων δὲ ὁπόσα ὑπῆρχον εὐχείρωτα, πολέμῳ περιεγέ νοντο, καὶ ἐφονεύοντο μὲν πολλοί, ἐσκυλεύοντο δὲ πάντες, καὶ ᾐχμαλωτίζοντο καὶ ἀπεμπολοῦντο ἐν Ἀδριανουπόλει Διδυμοτοίχῳ Βιζύῃ Καλλιουπόλει καὶ τοῖς μείζοσιν ἄστεσιν.