Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1
Ἐπεὶ γοῦν οὕτω ταῦτα συνέβη, τὸ τῶν Λατίνων γένος πρῶτα μὲν τὸν Ἀσὰν ὑποποιοῦνται καὶ σπένδονται, ἔπειτα δὲ σὺν αὐτῷ καὶ τοὺς Σκύθας βαρβάρους, ἀλήτας τε καὶ ἐπήλυδας, μικροῖς τισι τοῖς χαρίσμασι, μείζοσι δ' ὑποσχέ σεσιν εἰς ἑαυτοὺς ἕλκουσι καὶ συμπράκτορας τῶν ἔργων ποιοῦσι. καὶ δὴ συμμαχίαν τοσαύτην συνηθροικότες ὁμόσε κατὰ τοῦ βασιλέως χωροῦσιν. ἐπεὶ δὲ σφίσιν ἐκ τοῦ σχε δὸν τὸ τῆς Τζουρουλῶ ἄστυ ἐτύγχανε, κατ' ἐκείνου τὴν μάχην ἱστῶσι, παρόντος καὶ τοῦ Ἀσὰν μετὰ τοσούτων χιλιο στύων τῶν Σκυθικῶν καὶ Βουλγαρικῶν καὶ τῶν Ἰταλικῶν μηχανημάτων. ἐφρούρει δὲ τὴν Τζουρουλὼ ὁ Ταρχανειώτης Νικηφόρος, ὁ ἐπὶ τῆς τραπέζης τότε καὶ ὕστερον μέγας δομέστικος· γαμβρὸς δὲ ἦν τοῦ μεγάλου δομεστίκου τοῦ Παλαιολόγου, ἀνὴρ στρατιώτης καλὸς καὶ πολλῆς ἀπολαύων τῆς παρὰ θεοῦ ἀντιλήψεως. ἐπεὶ δὲ τῷ ἄστει παρεκαθί σαντο, μηχανήματα μὲν καὶ ἑλεπόλεις ἐγεγόνεισαν πολλαί τε καὶ ἰσχυραί, ὡς μὴ μόνον τηλικοῦδε ἄστεος περιγενέσθαι ἰσχύουσαι, ἀλλὰ καὶ ὑψηλοτέρων τειχῶν καὶ εὐμεγεθεστέρων πόλεων. τότε τὸ γενναῖον φρόνημα καὶ τὴν στρατηγικὴν μεθοδείαν μετὰ τῶν σὺν αὐτῷ ὁ ἐπὶ τῆς τραπέζης λαμπρῶς ἐνεδείξατο· ἦν δὲ τὸ ὅλον τῆς τοῦ θεοῦ ἀντιλήψεως. ἀντε μηχανᾶτο γὰρ ἔνδον ὁ Ταρχανειώτης τοῖς ἔξωθεν μηχανή μασι, καὶ τῇ τοσαύτῃ πληθύι τῆς στρατιᾶς. ἐν ἀμηχανίᾳ δὲ ἦν ὁ βασιλεὺς Ἰωάννης εἰδώς, ὡς εἰ τὸ ἄστυ τοῦτο ἁλῴη, φροῦδα πάντα τὰ ἐν τῇ δύσει τούτῳ τυγχάνοντα. τέως οὖν ἠγάπα ἐν τούτῳ μᾶλλον ἐπτοῆσθαι τοὺς πολεμίους, καὶ τὸ πολὺ τῆς ῥύμης σφίσιν ἐναποκόπτεσθαι. ἔμελε γὰρ αὐτῷ μᾶλλον τὰ ἐν τῇ ἕῳ, ὧν ἐλευθέρων ὑπαρχόντων τῆς μάχης πλεῖον αὐτῷ τὰ τῆς εὐφροσύνης ὑπῆν. Πολιορκουμένου γοῦν τοῦ ἄστεος Τζουρουλοῦ ἐπῄει μνή νυμα τῷ Ἀσάν, ὡς ἡ σύζυγος αὐτοῦ ἡ ἐξ Οὔγγρων ἐξ ἀνθρώ πων ἐγένετο· τετελεύτηκε δὲ κατ' αὐτὸ καὶ τὸ παιδίον αὐτοῦ καὶ ὁ Τρινόβου ἐπίσκοπος. θεομηνίαν τοίνυν ἡγησάμενος ταῦτα πυρὶ ἀφανίζει τὰς ἑλεπόλεις, καὶ ὡς εἶχε δρόμου περὶ τὸν Τρίνοβον ἵκετο. μόνοι γοῦν ἀπολελειμμένοι οἱ Ἰταλοί, ἐπεὶ μὴ ἀποχρώντως εἶχον εἰς τὴν τοῦ ἄστεος πολιόρκησιν, κᾀκεῖνοι τὴν κατ' αὐτῶν μάχην ἀπολελοιπότες ἐς τὴν Κωνσταντίνου ᾤχοντο. ἠλευθέρωτο γοῦν τὸ ἄστυ τῆς τῶν ἐναντίων πολιορκίας, καὶ συνηλευθέρωτο καὶ ὁ ἐπὶ τῆς τρα πέζης Ταρχανειώτης. ὁ μὲν οὖν Ἀσὰν εὐσεβῶς οἰηθείς, ὡς διὰ τὰς παραβάσεις τῶν ὅρκων οὕτω λελύπητο, μετά μελος ἐπὶ τούτοις γενόμενος, πρέσβεις ἐξαπεστάλκει πρὸς τὸν βασιλέα, ἑαυτόν τε ἐξουθενῶν καὶ τῆς κακίστης πράξεως τὴν ἧτταν ἀνακαλούμενος. οἱ οὖν βασιλεῖς πρὸς τὰ θει ότερα ἀπονεύοντες δέχονται τὴν πρεσβείαν καὶ τὴν νύμφην αὖθις ἀνακαλοῦνται· καὶ στέλλεται αὐτοῖς, καὶ εἰρήνη γίνε ται μέσον αὐτῶν.