Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 37 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1
Ὁ δὲ Βαλδουίνος, ἀπειρηκὼς ἐν ταῖς πρὸς Ῥωμαίους μάχαις, πρὸς τὸν τῶν Φράγγων ἀποδεδημήκει ῥῆγα προσῳ κειωμένον τούτῳ καθ' αἷμα· καὶ συμμαχίας ζητήσας ἔτυχε τοῦ σκοποῦ, καὶ ἐν οὐ πολλῷ χρόνῳ ἑξήκοντα χιλιάδες ἠθροίσθησαν Φράγγων. ἐπεὶ δ' οὐκ ἦν αὐτοῖς εὔδρομος διὰ νηῶν ἡ ὁδός, διὰ τῆς χέρσου τὴν πορείαν ποιοῦνται. καὶ δὴ τὰς ἄνω παραμείψαντες Γαλλίας καὶ διελθόντες τὴν Ἰταλίαν διὰ τῶν ὑπωρειῶν τῶν Ἄλπεων εἰς τὸ Ὀστρίκιονἀφίκοντο, καὶ τὴν Οὐγγρίαν παραγγείλαντες διαπερῶσι τὸν Ἴστρον καὶ τῇ Βουλγάρων προσέσχον, πᾶσι μὲν ὡς φίλοις καὶ συγγενέσι καθ' ὁδὸν χρώμενοι, καὶ διὰ σφᾶς μὲν αὐ τούς, οὐχ ἧττον διὰ τὴν πρὸς ἡμᾶς ἔχθραν ἐφιλοφρονοῦντο παρὰ τῶν κατὰ τόπους κρατούντων. οἱ μὲν οὖν Βούλγαροι τὰς μετὰ Ῥωμαίων σπονδὰς παρεωρακότες ἄδειαν Φράγγοις δεδώκασι διελθεῖν. τὸ μὲν οὖν ἄστυ τῆς Τζουρολοῦ καὶ αὖθις ἑάλω, εἰς φυλακὴν δὲ ἦν τούτου ὁ Πετραλίφας Ἰωάννης, ὁ μέγας χαρτουλλάριος, ἀνὴρ ἀνδρεῖος. τὸ δὲ τῆς Λατινικῆς δυνάμεως περιὸν καὶ τὸ ἀπειροπληθὲς τῶν Σκυθῶν καὶ τὸ τῶν ἑλεπόλεων συχνόν τε καὶ καρτερὸν παραδοῦναι τοῦτον τὸ ἄστυ τοῖς Ἰταλοῖς πέπεικε· φασὶ δέ τινες, ὡς καὶ δι' ὑποψίαν προδόσεως. οἱ μὲν οὖν Λατῖνοι τὴν Τζουρολὼ ἐχειρώσαντο, καὶ τοὺς ἐνταῦθα Ῥωμαίους συνάμα τῷ Πετραλίφα δεσμώτας ἤγαγον εἰς τὴν Κωνσταν τίνου καὶ πρὸς τοὺς οἰκείους αὐτοὺς ἀπεμπόλησαν. Τοῦ δὲ ἄστεος τῆς Τζουρολοῦ πολιορκουμένου παρ' Ἰταλῶν, ὁ βασιλεὺς Ἰωάννης τριήρεις ἱκανὰς σκευασάμενος καὶ στρά τευμα οὐκ ὀλίγον μεθ' ἑαυτοῦ προσλαβὼν κατὰ τῶν Ἰταλῶν ἐπεχείρει. ἀπὸ μὲν οὖν τῆς Νικομηδείας ἀπάρας καὶ παρα μείψας τὸν Χάρακα ἐπόρθησε τὴν Δακίβυζαν πρὸ καιροῦ καὶ κατέσχε ταύτην, προσέτι δὲ καὶ τὸ τοῦ Νικιάτου φρούριον, καὶ ὑφ' ἑαυτὸν καὶ τοῦτο πεποίηκε. ἐδυστύχησε δὲ τῷ τότε ἐν ταῖς τριήρεσιν, ἀπειροπολέμων ὄντων τῶν ἐν αὐταῖς μαχομένων, καὶ τοῦ Ἰοφρὲ τοῦ Ἀρμενίου εἰς τάξιν ἡγεμόνος ἐν τούτοις τυγχάνοντος καὶ ὀκνηροτέρου τελοῦν τος περὶ τὰ μάχιμα. προϋπῆρχε δὲ τὴν τῶν τριήρεων στρα τηγίαν ὁ Κοντοφρὲ Μανουὴλ περιεζωσμένος, ἀνὴρ γενναῖος τὴν χεῖρα καὶ Ἄρην πνέων κατά τε θάλασσαν καὶ ξηράν. ἀλλὰ πρό τινων ἡμερῶν θρασυτέρας τὰς διαλέξεις περὶ τοῦ ναυτικοῦ πρὸς τὸν βασιλέα ποιησάμενος εἰρήκει, ὡς οὐκ ἀντωπήσαιεν ταῖς Ἰταλικαῖς αἱ ἡμέτεραι. καὶ παρεστάλη τῆς ἡγεμονίας, ὁ Ἰοφρὲ δὲ αὐτὴν διεδέξατο καὶ ἡττήθη. τριάκοντα γὰρ ἐξάρχων τριήρεων ὑπὸ τρισκαίδεκα νενίκηται καὶ τοσαύτας ἀπώλεσεν, ὁπόσαι ἦσαν τῶν ἐναντίων. ὁ δὲ βασιλεὺς Ἰωάννης καὶ αὖθις μετὰ τοῦ Ἀσὰν εἰρήνην εἶχε καὶ τῇ συγγενείᾳ καὶ αὖθις συνεδέδεντο. ἀλλ' ὁ Ἀσὰν ἔστιν ὅτε καὶ διὰ μικρὸν κέρδος παρεσπόνδει.

Intertext edge

Open linked passage

Note