Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 38 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
38.1
Ἠγάγετο δὲ ὁ Ἀσὰν εἰς γυναῖκα τὴν θυγατέρα τοῦ Ἀγγέλου Θεοδώρου τὴν Εἰρήνην, μηδὲ τὸ τοῦ αὐταδέλφου τοῦ πατρὸς αὐτῆς κῆδος ὑπιδών, ὅτιπερ τῇ ἐκ παλλακίδος αὐτοῦ θυγατρὶ συνηυνάζετο. ἦσαν δὲ τῷ Ἀγγέλῳ Θεοδώρῳ παῖδες, Ἰωάννης καὶ Δημήτριος, καὶ θήλειαι, Ἄννα καὶ Εἰρήνη, μεθ' ἧς ὁ Ἀσὰν παῖδας ἐγέννησε τρεῖς, Μιχαήλ, τὴν Θεοδώραν καὶ τὴν Μαρίαν. ἀπελύθη γοῦν τῶν δεσμῶν διὰ τοῦτο καὶ ὁ Ἄγγελος Θεόδωρος, καὶ συναινέσει τοῦ γαμβροῦ αὐτοῦ τοῦ Ἀσὰν ἐγκρατὴς γενέσθαι τῆς Θεσσαλονίκης καὶ πάσης ἧς πρότερον εἶχε χώρας ἠθέλησε. καὶ δή τινας ὀλίγους παρὰ τοῦ Ἀσὰν προσλαβόμενος, ἐπεὶ φανερῶς κινῆσαι μάχην κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ Μανουὴλ οὐκ ἠδύνατο, κρύφα μηχανᾶται τὴν εἰς Θεσσαλονίκην εἴσοδον, εὐτελῆ τινα ἀμφιασάμενος ῥάκια καὶ τὴν εἴσοδον ὑποκλέψας τῆς πόλεως. ἐπεὶ δὲ εἰσῄει καί τισιν ἐπεγνώσθη τοῖς οὓς ἐβούλετο, οὓς ὅτε ηὐτύχει ἐφίλει τε καὶ εὐηργέτει, μεθ' ὧν καὶ τεθάρρηκε τὴν κατὰ τοῦ ἀδελφοῦ σκῆψιν, οὐ πολλοῦ δεη θεὶς τοῦ χρόνου ἐγκρατής τε αὖθις Θεσσαλονίκης ἐγένετο καὶ τῶν πέριξ πόλεων καὶ χωρῶν. βασιλεὺς δὲ ὀνομάζεσθαι οὐκ ἠθέλησε διὰ τὸ τῶν ὀφθαλμῶν πάθος, τὸν δὲ υἱὸν αὐτοῦ Ἰωάννην βασιλέα ὠνόμασε καὶ ἐρυθροῖς πεδίλοις τοὺς πό δας ἐκείνου ὑπέδησε, καὶ τοῖς γράμμασιν ὑπογράφειν διώ ρισεν, αὐτόν τε διέπειν τὰ κοινὰ καὶ διεξάγειν τὰ τοῦ υἱοῦ. τὸν δὲ ἀδελφὸν Μανουὴλ τῆς ἀρχῆς ἐκβαλὼν καὶ ἐμβαλὼν ἔν τινι τριήρει περὶ τὴν Ἀττάλου ἐξώρισε, τὴν δὲ σύζυγον αὐτοῦ πρὸς τὸν πατέρα Ἀσὰν ἐξέπεμψεν. ὁ δ' Ἀσὰν τὸν πενθερὸν αὐτοῦ μᾶλλον ἐφίλει Θεόδωρον ἢ τὸν γαμβρὸν αὐτοῦ Μανουήλ. Ὁ μὲν οὖν Μανουὴλ τῇ Ἀττάλου προσωκείλας παρὰ προσδοκίαν τοῖς ἐξ Ἄγαρ ἐνέτυχε φιλανθρωπίᾳ πρὸς αὐ τὸν χρησαμένοις. ἐπεὶ γὰρ εἰρήκει πρὸς τὸν βασιλέα Ἰωάννην τυγχάνειν αὐτοῦ τὴν ὁρμήν, παρεχώρησαν τούτῳ τὴν εἴσοδον, καὶ πρὸς τὸν βασιλέα ἀφίκετο. καὶ ὁ βασι λεὺς ἀσμένως τε τοῦτον ἐδέξατο καὶ ὡς προσῳκειωμένον τῷ γένει καὶ ὡς πάλαι δεσπότην ὠνομασμένον. δοὺς δὲ αὐτῷ χρῆμα καὶ τριήρεις ἓξ περὶ τὴν μεγάλην Βλαχίαν ἀφῆκεν, ὅρκους παρ' αὐτοῦ λαβών. καταλαβὼν οὖν τὴν Δημητριάδα κἀκεῖθεν τοῖς μὲν τῶν οἰκείων γραφαῖς τὴν αὐτοῦ παρασημάνας ἔφοδον, τοὺς δὲ ὑποθέλξας ταῖς ὑπο σχέσεσιν, οὐ διὰ πολλῶν συνηθροίκει περὶ αὐτὸν στράτευμα, ἦρξέ τε Φαρσάλων καὶ Λαρίσσης καὶ Πλαταμῶνος καὶ τῶν περὶ ταῦτα. εἶτα δὲ σπονδὰς ποιησάμενος συνῆλθε τούτου τοῖν ἀδελφοῖν, τῷ τε Κωνσταντίνῳ καὶ τῷ Θεοδώρῳ· ὁ μὲν γὰρ Κωνσταντῖνος δεσπότης, ὡς ἔφημεν, ὤν,** καὶ ὁ ἀνεψιὸς αὐτοῦ Μανουήλ.

Intertext edge

Open linked passage

Note