Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 3 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Πρεσβεύουσι πρὸς τοὺς Ἰταλοὺς οἱ οἰκήτορες, ὡς ἂν ὁ τοῦ Ἰσαακίου υἱὸς Ἀλέξιος ἐντὸς εἰσαχθείη καὶ βασιλεὺς ἀναγορευθείη. εἰσάγεται γοῦν ἐπὶ ταῖς συνθήκαις, αἷς ὑπέσχετο τοῖς ἀναβιβάσασιν αὐτὸν Ἰταλοῖς, καὶ βασιλεὺς παρὰ παντὸς ἀναγορεύεται τοῦ λαοῦ. ἦσαν οὖν τὸ ἀπὸ τοῦδε οἵ τε πολῖ ται καὶ οἱ Ἰταλοὶ τῷ δοκεῖν εἰρηνεύοντες, τῶν μὲν Ἰταλῶν τὰς ὑποσχέσεις ἀπαιτούντων καὶ τὰ ἀναλώματα, τῶν δὲ οἰκη τόρων τῆς πόλεως ὑπὲρ ἀριθμὸν ἡγουμένων τὸ χρῆμα καὶ διισχυριζομένων, ὡς οὐκ ἂν ἔχοιεν τοσαῦτα τοῖς Ἰταλοῖς ἐπιδοῦναι. συνέβη δὲ τῷ τότε καὶ τούτου χάριν γογγυσμὸν ἐν τῇ πόλει γενέσθαι. ὁ γὰρ πατὴρ Ἀλεξίου ὁ Ἄγγελος Ἰσαάκιος, μήπω ἁλούσης τῆς πόλεως, γνώμην δέδωκεν, ὡς τῶν ἱερῶν κειμηλίων συνάθροισιν γεγονέναι τὰ πρῶτα ἐκεῖθέν τε ἄρξασθαι τοῦ πρὸς Ἰταλοὺς χρέους, τὸ δ' ἐλλεῖ πον ἐκ τῶν βασιλικῶν ταμιείων δοθῆναι καὶ τῶν οἰκητόρων τῆς πόλεως. ἐν τῷ μεταξὺ δὲ τῆς ἀμφισβητήσεως οὔσης καὶ ἐξ ἑκατέρων τῶν μερῶν ἀφικνουμένων τῶν πρέσβεων, φονεύεται ὁ παῖς τοῦ Ἰσαακίου Ἀλέξιος παρὰ Ἀλεξίου τοῦ Δούκα, ὃν πρωτοβεστιάριον οὗτος τετίμηκεν, οἱ δὲ τῆς πόλεως εἴς τι τῶν αὐτοῦ ἐπιμεμφόμενοι Μούρτζουφλον ἐκάλουν. ἀνηγορεύθη γοῦν παρὰ τῶν πολιτῶν ὁ ῥηθεὶς Ἀλέξιος Μούρτζουφλος βασιλέυς. τούτου γοῦν χάριν ἐπὶ πλέον μανέντες οἱ Ἰταλοὶ ἄσπονδον τὴν ἔχθραν κατὰ τῶν Κωνσταντινουπολιτῶν πεποιήκασι. συνέβη δὲ καὶ ἕτερόν τι γενέσθαι τοῖς πολίταις βούλευμα ἐπαίνου ἄξιον. τοὺς γὰρ Λατίνους, οὓς οἰκήτορας εἶχεν ἡ Κωνσταντίνου, οἱ προύχοντες καὶ τῶν ἐν τέλει συνεβουλεύσαντο ἀποπέμψαι τῆς πόλεως, ὡς μὴ ἐπιβούλους αὐτοὺς ἐντὸς ἔχοιεν. οἱ δὲ αὐτόμολοι πρὸς τοὺς πολεμίους χωροῦσι χιλιοστύες πολ λαί, ὅρκοις ἀρρήκτοις τὸ πρῶτον τοὺς πολίτας πληροφο ροῦντες μὴ ἄν ποτε μελετῆσαι κατ' αὐτῶν προδοσίαν, συν αποθανεῖν δὲ εἰ συμβαίη αὐτοῖς ὡς ἰθαγενεῖς καὶ αὐ τόχθονας. καίτοι καὶ γυναῖκας καὶ παιδία διδόντες ἐν ἀσφαλεστέροις τόποις ἀπαγαγεῖν οὐκ ἔπεισαν. ἐξελθόντες δὲ πολλὰ τοῖς ἐναντίοις συνήραντο ἅτε πλῆθος πολὺ ὄντες καὶ εἰδήμονες τῶν πραγμάτων.

Intertext edge

Open linked passage

Note