Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1
Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης, ἐπειδὴ ὁ Βούλγαρος Ἀσὰν ἐκ ποδῶν ἐγένετο καὶ μειράκιον ἦρχε τῆς τῶν Βουλ γάρων, ἀδείας δραξάμενος ἐπεχείρησε τὴν βασιλικὴν κατα λῦσαι κλῆσιν, τὴν ἐπιφημιζομένην τῷ Ἰωάννῃ τῷ υἱῷ τοῦ Ἀγγέλου. καὶ πρῶτον μηνύμασιν ὑποποιεῖται τὸν αὐτοῦ πατέρα Θεόδωρον, ὁ δὲ προσέρχεται τῷ βασιλεῖ Ἰωάννῃ. καὶ ὑποδέχεται αὐτὸν οὗτος ἀσμένως καὶ τετίμηκε, θεῖόν τε τοῦτον ἀποκαλῶν καὶ τῇ αὐτοῦ συγκαθίζων τραπέζῃ καὶ τῶν λοιπῶν φιλοφρονημάτων μεταδιδούς. ἐπεὶ δὲ τοῦτον ἐν χεροῖν ἔσχεν ὁ βασιλεύς, ἔτυχε δὲ καὶ ταῖς αὐτοῦ δυνά μεσι ταῖς Ῥωμαϊκαῖς στράτευμα ἀξιόμαχον προστεθὲν ἐκ Σκυθῶν– τούτους γὰρ δώροις καὶ δεξιώσεσι χειροήθεις πεποίηκεν ὁ βασιλεὺς ἐξ ἀγριωτέρου τοῦ ἤθους καὶ τῆς Μακεδόνων ἀπέσπασε καὶ πρὸς τὴν ἕω διεπέρασε– τούτοις μᾶλλον θαρρήσας καὶ μηδέν τι δεινὸν ἐκ Βουλγάρων προσ δοκῶν, τὸ μὲν διὰ τὰς γεγενημένας σπονδάς, τὸ δὲ καὶ διὰ τὸ ὑπὸ μειρακίου τὰ Βουλγάρων διεξάγεσθαι, ἀπάρας τῆς ἕω ὁ βασιλεὺς καὶ διαπεραιωθεὶς τὸν Ἑλλήσποντον, τὰς ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων δυνάμεις καὶ τὰς ἐκ τῶν Σκυθῶν μεθ' ἑαυτοῦ ἔχων, χωρεῖ κατὰ τοῦ ἐν Θεσσα λονίκῃ βασιλεύοντος Ἰωάννου, καὶ πήγνυσι τὴν σκηνὴν κατὰ τὸν κῆπον τοῦ Προβατᾶ, ὡσεὶ σταδίους ὀκτὼ ἀπέ χοντα τῆς Θεσσαλονίκης. ἑλεπόλεις μὲν καὶ μηχανήματα οὐκ ἦν εὐχερὲς αὐτῷ κατὰ τῆς τοσαύτης πόλεως στῆσαι κἀν τεῦθεν διὰ μάχης τοιᾶσδε χειρώσασθαι, ἐκδρομὰς δὲ ἐποίει διὰ τῶν στρατευμάτων καὶ τὰ πέριξ πάντα ἐλήιζεν. εἶχε δὲ μεθ' ἑαυτοῦ καὶ τριήρεις, ὧν ἦρχεν ὁ Κοντοφρὲ Μα νουήλ. ἔκκριτοι δὲ τῷ βασιλεῖ παρείποντο ἄνδρες ὁ Τορνίκης Δημήτριος, ὁ τὰ κοινὰ διέπων, ὁ Παλαιολόγος Ἀνδρόνικος, μέγας δομέστικος ὤν, ὁ ἐπὶ τῆς τραπέζης Νικηφόρος Ταρχανειώτης, ὁ πρωτοσεβαστὸς Κοντοστέφανος, ὁ πρωτοβεστιάριος Ἀλέξιος ὁ Ῥαούλ, ὁ Πετραλίφας μέγας χαρτουλάριος καὶ ἄλλοι. ὁ μὲν οὖν βασιλεὺς ὅσα ἦν εἰκὸς ποιεῖν ἐποίει κατὰ τῆς πόλεως· οὐδὲ οἱ ἔνδον ἀπώκνουν, ἀλλ' ἐκδρομὰς τῶν πυλῶν ἐξιόντες ἐποίουν. οὐ συχναὶ παρῆλθον ἡμέραι, καὶ τὸ τῶν Ταχαρίων ἔθνος κατὰ τῶν Μουσουλμάνων χωρῆσαν καὶ πόλεμον κατ' αὐτῶν συρρῆξαν νενίκηκε. καὶ ὁ λόγος φθάνει πρὸς τὸν βασιλέα. ὁ δὲ σιωπὴν παραγγείλας εἰς συμβάσεις μετὰ τοῦ ἐντὸς Ἰωάννου χωρεῖ, πρέσβιν ἐν τούτοις λαβὼν τὸν πατέρα Ἰωάννου τὸν Ἄγγελον Θεόδωρον. πληρουμένων γοῦν ἡμερῶν τεσσαρά κοντα ἐγένοντο αἱ σπονδαὶ καὶ οἱ ὅρκοι προέβησαν. τὰ μὲν γὰρ ἐρυθρὰ πέδιλα ἀπεβάλλετο καὶ τὴν περιμάργαρον πυραμίδα, εἰς ἣν καὶ λίθος ὑπερκάθηται κόκκινος, βασιλικὰ ταῦτα σύμβολα. τετίμηται δὲ πρὸς τοῦ βασιλέως τῷ δεσπο τικῷ ἀξιώματι καὶ εὔνους ἀνεφάνη τῷ βασιλεῖ. ταῦτα δια πραξάμενος ὁ βασιλεὺς παλινοστεῖ πρὸς τὴν ἕω, καταλιπὼν δεσπότην τὸν βασιλέα καὶ ὑποχείριον, ὅρκοις συνδήσας τοῖς εἰωθόσι καὶ δώροις εἰκόσι δεξιωσάμενος, καὶ πάντας τοὺς ὑπ' ἐκεῖνον φιλοφρονησάμενος χρήμασι. καταλελοίπει δὲ μετ' αὐτοῦ καὶ τὸν βασιλέα Θεόδωρον.