Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1
Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης κατειλήφει τὴν ἕω. τὴν γοῦν χειμερινὴν τότε παραμείψας ὥραν ἐν τῷ Νυμφαίῳ, ὡς ἔθος ἦν αὐτῷ, ἀπάρας ἐκεῖθεν περὶ τὴν Λάμψακον ᾔει, καὶ τὸ ἐπιὸν ἔτος περὶ Πηγὰς χωρεῖ. μεγίστου δὲ χειμῶνος πεπείραται καθ' ὁδόν, ἀρξαμένου μέν, ἐπὰν ὁ βασιλεὺς εἰς τὴν γῆν ἐσκήνωσεν. ἡμέρας δὲ δύο τῇ δρι μύτητι τούτου καὶ τῇ σφοδροτάτῃ φορᾷ τῆς χιόνος τεταλαι πώρηκε, μέχρις ἂν κατηντήκει ἐς τὸ τῶν Πηγῶν ἄστυ. πολλοὶ δὲ καθ' ὁδὸν ἐτεθνήκεισαν, καὶ μέχρι τριακοσίων, ὡς ἔφασκον, ὑπὸ τῆς χιόνος κατεχώσθησαν, μὴ δυνάμενοι ἀντωπῆσαι τῇ τοῦ πνεύματος φορᾷ. οὐδεὶς γοῦν τῶν ἰδόν των ἔλεγε γινώσκειν τοιοῦτον χειμῶνα. ὁ δὲ βασιλεὺς ἐν τῷ τῶν Πηγῶν ἄστει διημερεύσας, μέχρις ἂν τὸ πολὺ τοῦ χειμῶνος λωφήσῃ, ἐξιὼν δ' ἐκεῖθεν εἰς τὸ Νύμφαιον ἀπῄει. Ὡς οὖν ἡ τῶν Μουσουλμάνων παρὰ τῶν Ταχαρίων κατα λέλυται στρατιά, σουλτάνος δὲ ἦρχεν αὐτῶν Ἰαθατίνης, υἱὸς Ἀζατίνη, φαῦλος ἐξ ἀγαθοῦ ἀρχὸς γεγονώς· πότοις γὰρ ἔχαιρε καὶ ἀσελγείαις καὶ κοίταις ἀλλοκότοις τε καὶ ἀτόποις, καὶ συνῆν ἀεὶ ἀνθρωπίσκοις οὐκέτι λόγον εἰδόσιν οὐδ' ἀν θρωπίνην φύσιν τὸ συνόλον. πεπείραται γοῦν μάχης Τα χαρικῆς καὶ ἥττηται. πρέσβεις οὖν ἐκπέμπει πρὸς τὸν βασιλέα Ἰωάννην, βουλῆς ἀξιῶν τυχεῖν, ὡς ἀποτρέψαιτο τὸν ἀντίπαλον καὶ μικρὸν κουφισθείη, σωτηριῶδες τοῦτο φάσκων τυγχάνον ἀμφοῖν. τοῦ γὰρ γένους τῶν Μουσουλ μάνων παρὰ τῶν Ταχαρίων ἀπολωλότος, ἄνετος, ἄνετος γίνεται τοῖς ἐναντίοις ἡ κατὰ τῶν Ῥωμαϊκῶν χωρῶν ἔφοδος. ὁ γοῦν βασιλεὺς Ἰωάννης ἀποδέχεται τὴν πρεσβείαν καὶ συνηλθέ την ἄμφω, ὅ τε βασιλεὺς καὶ ὁ σουλτάν, ἐν Τριπόλει, ὅπου ὁ Μαίανδρος ῥεῖ. εἶτα διελύθησαν. ἠρέμησαν δὲ καὶ οἱ Ταχάριοι.