Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
42.1
Ὁ δὲ Ἱωάννης ὁ Ἄγγελος ὁ δεσπότης Θεσσαλονίκηςτῷ χρεὼν ἐλειτούργησε, καὶ ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος πέμψας τὸ δεσποτικὸν ἐκ βασιλέως εἰλήφει ἀξίωμα. ἐγένετο δὲ ἐξώλης καὶ περὶ ταῖς ὑπὸ ζυγὸν ἐφοίτα. ὃς ἐκ θυρίδος τοῦ ἀνδρὸς τῆς μοιχευομένης ἐπεισελθόντος βουληθεὶς ἀπο δράσαι καὶ πεσὼν τὸν γλουτὸν ἐπλήγη. ἱκανὰς δὲ ἡμέρας νοσηλευθεὶς ἰάθη μέν, ὑπέσκαζε δὲ τῶν ποδῶν θάτερον. ἀλλ' οὐκ εἰς μακρὸν ἀπώνατο τῆς ἀρχῆς. ὁ γὰρ βασιλεὺς ἀδείας δραξάμενος** τοῦ πατριάρχου Γερμανοῦ τῶν τῇδε ἀπάραντος καὶ Μεθοδίου τινὸς μοναχοῦ ἡγουμένου τῆς Ὑακίνθου πατριάρχου γεγονότος καὶ μετὰ τρεῖς μῆνας τετε λευτηκότος καὶ τότε τῆς ἐκκλησίας χηρευούσης.