Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 43 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1
Ὁ δὲ βασιλεὺς εἰς τὴν ἀντίπεραν ἐποιεῖτο τὸν βάδον ἕως τοῦ Ζίχνα ἄστεος. ἦρχε μὲν οὖν τότε Βουλγάρων ὁ τοῦ Ἀσὰν υἱὸς Καλλιμάνος δωδεκέτης ὤν. ἐπεὶ γοῦν περὶ τὰ μέρη τοῦ Κισσοῦ ὁ βασιλεὺς γένοιτο, διημερεύσας τῆς πορείας εἴχετο. καὶ πεφθάκει περὶ τὸν Ἕβρον τὸν πλησίον τῆς μονῆς τοῦ Βηρὸς ποιούμενον τὰς ῥοάς, Μαρίτζαν δὲ καλούμενον, καὶ ἐκεῖ δέχεται ἀναφορὰν παρὰ τοῦ τῆς Ἀχρι δοῦ δημοσίαν κρατοῦντος, ὡς ὁ Καλλιμάνος τὸν βιοτὸν ἐξεμέτρησε. καὶ τάχος τοῦ πρόσω εἴχετο καὶ φθάνει τὴν Φιλίππους, κἀκεῖσε σκέψιν ἐποιεῖτο, εἰ δεῖ προσβαλεῖν Βουλ γάροις καὶ εἰ εὐχερὲς ἁλῶναί οἱ τὸ τῶν Σερρῶν ἄστυ. καί τινες μὲν ἀπέτρεπον τοῦτο. ὁ δὲ Παλαιολόγος ὁ μέγας δομέστικος καὶ ἀποπειρᾶσθαι Σερρῶν ἔφη, εἰ δὲ καὶ μὴ περιγενοίμεθα, τίς ἡ ζημία; τοῦτο δεξάμενος ὁ βασιλεὺς ἐς τὴν βουλὴν εἰς τὰς Σέρρας ἀφίκετο. εὗρεν οὖν τὴν μὲν πόλιν διερρηγμένην, τὴν δ' ἀκρόπολιν τετειχισμένην, καὶ φύλακα ἐπ' αὐτῇ Δραγωτᾶν τινα. τοὺς Τζουλούκωνας οὖν ἀθροίσας ὁ βασιλεὺς κρατῆσαι ταύτης ἠρέθισε. οἳ τὰ τόξα λαβόντες καὶ σανίδας αὐτοσχεδιάσαντες ὡς ἀσπίδας, ἐν οὐ πολλῷ κρατῆσαι ταύτης ἴσχυσαν, καὶ σκυλεύουσι τὰ παρευ ρημένα. ὅσοι δ' ἴσχυσαν τῶν ἐντός, ἱκέται πρὸς τὸν βασιλέα ἧκον. καὶ ὁ Δραγωτᾶς διαπρεσβεύεται πρὸς τὸν βασιλέα, καὶ χρήματα καὶ ἐσθῆτας δεξάμενος τὸ ἄστυ δέδωκεν· ὑπέσχετο δὲ δοῦναι καὶ Μελενίκον.

Intertext edge

Open linked passage

Note