Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
44.1
Καὶ εὑρὼν τὸν μὲν τοῦ ἄστεος ἔφορον Λιτόβοον κλι νήρη, τὸν δὲ Μαγκλαβίτην Νικόλαον...... ὁ μὲν οὖν βασιλεὺς ἐσκηνοῦτο περὶ τὸν Βαλαβίσδαν τόπον, καὶ οἱ Μελενικιῶται ἀφικόμενοι τὸ ἄστυ τούτῳ παρέσχον. ἐκρά τησε δὲ ὁ βασιλεὺς καὶ Στενιμάχου καὶ Τζεπαίνης καὶ τῶν τῆς Ῥοδόπης πολιχνίων καὶ κωμοπόλεων, καὶ ὅρον τὸν Ἕβρον πεποίητο. κατέσχε δὲ καὶ ἐκ τῶν πρὸς βορρᾶν Στούμπιόν τε καὶ Χοττοβὸν καὶ Βελεβουσδίον, Σκόπιά τε καὶ Βελεσσὸν καὶ τὰ μέχρι Πριλάπου καὶ Πελαγονίας χωρία, Νευστάπολίν τε καὶ Πρόσακον, καὶ σπονδὰς ἐκ Βουλγάρων δεξάμενος, ὡς μέχρι τούτων στῇ, ἀνέσχεν.