Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 45 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.1
Ἵκετο δὲ τῷ βασιλεῖ ἀγγελία, ὡς ἐπιβουλήν τινες τῶν Θετταλῶν κατὰ τοῦ δεσπότου Δημητρίου ἱστῶσιν, ὧν οἱ ὀνομαστοὶ Σπαρτηνὸς ἦσαν καὶ Καμπανός, Ἰατρόπουλός τε καὶ ὁ Κουτζολάτος, ὁ δὲ τῶν ἐπισήμων Μιχαὴλ ὁ Λάσκα ρις καὶ ὁ Τζυρίθων. ἕνα γοῦν τούτων, τὸν Καμπανόν, εἰς τὸν βασιλέα ἔπεμψαν, καὶ ὁ βασιλεὺς τὰ κατὰ σκοπὸν τού τοις ἐπεπράχει δι' ἐγγράφου χρυσοβουλλίου. καὶ ἀπάρας Μελενίκου περὶ Θεσσαλονίκην ἐφέρετο, πρέσβεις πρὸς Δημήτριον πέμψας, ὡς ἂν κατὰ τὰς αὐτοῦ ὑποθήκας ἀφί κοιτο εἰς αὐτόν. ὁ δέ– οὐδὲ γὰρ εἶχε νοεῖν– οἴκου κατέ μεινεν ἐκ τῶν συμβούλων πεισθείς. ξυνέβη δέ τι ὅπερ ὡς ἥδυσμά τι παραθήσω. τὸν Καμπανόν– εἷς δ' οὗτος τῶν συνιστόρων τοῦ δόλου– ἀπήγγειλάν τινες κατὰ Δημη τρίου φρονεῖν. καὶ ὃς παρέστη τῷ Δημητρίῳ καὶ ἀπηλέγχετο, καὶ ἦν πρὸς τῇ τοιαύτῃ ἐξετάσει. ὁ γοῦν Σπαρτηνὸς συμ μύστης ὢν τούτῳ τάχος ἐκεῖσε φέρεται καὶ «τί φησι» περὶ τοῦδε τοῦ ἀλητηρίου κατηγοροῦσί τινες, δέσποτα; ὃς εἰ ἁλῴη τοιοῦτος πολλῶν θανάτων κριθείη ἂν ἄξιος. καὶ ὁ Δημήτριος– ἐθάρρει γὰρ μάλα τούτῳ ὡς πιστῷ– «προ δότην τοῦτόν φασιν εἶναι, Σπαρτηνέ.» ὁ δὲ παίει τὸν Καμπανὸν καὶ λαβόμενος τούτου τῆς γένυος «ἐγώ» φησιν «αὐτὸν ἐν τοῖς οἴκοι ἀπαγαγών, δέσποτα, ἐτασμοῖς ἐκπιέσας πάντα τοῦτον καταναγκάσω ἔκφορα ποιῆσαι.» ταῦτ' εἶπε, καὶ ὡς εἶχε τάχους ἐς τὴν οἰκίαν ἀπῄει. τὸν μὲν οὖν Καμπανὸν τὸ ἀπὸ τοῦδε κλίνη εἶχεν. ἀσκὸν δὲ διαφυσήσας ὁ Σπαρτηνὸς καὶ δεσμεύσας καὶ ἐπαιωρήσας ἔτυπτεν ὡς Καμπανόν, ἀποκαλύψαι δῆθεν τὰ κρύφα. ἀσκὸς δὲ ἦν, οὐ Καμπανὸς ὁ τυπτόμενος. εἶτα ἀφίκετο ὡς εἶχε ποδῶν ὁ Σπαρτηνὸς πρὸς Δημήτριον καί οἵ φησιν· «δέσποτα, ὅρκῳ σε πιστώσω τὸ πρᾶγμα· μὰ τὸν σὸν καὶ ἡμῶν ἁπάντων Δημήτριον τὸν κηδεμόνα Θεσσαλονίκης καὶ πολιοῦχον, τοι οῦτός ἐστιν ὁ Καμπανὸς ὁποῖος ὁ Σπαρτηνός, καὶ οὕτως διάκειται περί σε καθὰ καὶ ὁ Σπαρτηνός, ὃν ἀνθρώπων ἁπάντων πλέον σε φιλοῦντα ἐπέγνωκας.» Ὁ δὲ βασιλεὺς ἐπὶ Θεσσαλονίκης χωρεῖ καὶ περὶ ταύτην ἐστρατοπεδεύσατο. πολιορκῆσαι μὲν γὰρ οὐκ ἦν αὐτῷ, πρε σβείας δὲ ἐποίει καὶ ἐζήτει ἐξελθεῖν πρὸς αὐτὸν τὸν Δημή τριον, καθὼς ἦν ὠμοσμένον αὐτῷ, ἔτι δὲ ποιῆσαι καὶ ἀγο ρὰν ἔξω τῆς πόλεως, ὡς ἂν ἔχοιεν ὠνεῖσθαι τὰ χρειώδη τὰ στρατεύματα. ὁ δὲ τοῖς ἐπιβούλοις συμβούλοις χρώμενος οὐδέν τι τῶν τοιούτων ποιῆσαι παρεχωρεῖτο. πάνυ δὲ ὀλίγων ἡμερῶν παραδραμουσῶν, ὀλίγου τινὸς στρατεύματος πλησίον ἱσταμένου τῆς μικρᾶς πύλης τῆς περὶ τῇ θαλάσσῃ, διὰ τὸ μὴ ἀπροόπτως ἐξελθεῖν τινας τῶν τῆς πόλεως καί τινας λυμαίνεσθαι τῶν ἐκ τοῦ στρατοῦ, ἐξαπίνης ἐκ ταύτης ἐγε γόνει βοή, ὡς ἤνοικται ἡ πύλη παρά τινος τῶν ἐντός, καὶ τῇ βοῇ συνείπετο ἡ παραφυλάττουσα δύναμις, καὶ σύμπαν δὲ τὸ στράτευμα ὁπλισθὲν μετὰ τοῦ κρατοῦντος ἐφοίτα, καὶ ἐν ἀκαρεῖ πάντας εἶχεν ἡ Θεσσαλονίκη τοὺς τοῦ βασιλέως ἐντός. ὁ δὲ βασιλεὺς ἔστη περὶ τὴν πρὸς ἀνα τολὰς βλέπουσαν πύλην τῆς πόλεως καὶ ἡ τοῦ Δημη τρίου ἀδελφὴ Εἰρήνη, τοῦ Βουλγάρου Ἀσὰν γαμετή, γο νυπετοῦσα καὶ ποτνιωμένη μὴ παθεῖν τὸν ἀδελφὸν αὐ τῆς τῶν ὀφθαλμῶν στέρησιν. ὁ δὲ Δημήτριος ἔφθη εἰς τὴν ἀκρόπολιν ἀναβάς. ἐγγύας δὲ ἐνωμότους πρὸς τοῦ βασιλέως λαβοῦσα ἀπῄει περὶ τὸν ἀδελφὸν καὶ πρὸς τὸν βασιλέα τοῦτον ἐξήγαγεν. ἦν δὲ φέρων οὗτος τὴν ἡλικίαν τοῦ μείρακος, προσεχῶς ἐς αὐτὴν παραγγείλας καὶ μήπω χνοάζων τὸ γένειον, ὡραῖος δὲ τὸ εἶδος καὶ τὴν φυήν. τετί μηκε δὲ ταύτην ὁ βασιλεύς, οἷα ἐκείνης σχηματιζόμενος τὴν ταπείνωσιν. ὡς γὰρ ἀπέβη αὕτη τοῦ ἵππου, τηνι καῦτα καὶ ὁ βασιλεύς. ἡ μὲν οὖν πόλις Θεσσαλονίκη οὕ τως ὑπὸ τὸν βασιλέα γέγονεν Ἰωάννην.

Intertext edge

Open linked passage

Note