Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1
Ὁ δὲ βασιλεὺς ἀφεὶς ἐκεῖσε τὸν μέγαν δομέστικον τὸν Παλαιολόγον νικητὴς ἐπανέζευξεν εἰς τὴν ἕω, ἀφεὶς καὶ εἰς Μελενίκον καὶ Σέρρας καὶ τὰ περὶ αὐτὰ τὸν τοῦ μεγά λου δομεστίκου υἱὸν Μιχαὴλ τὸν Παλαιολόγον· ἄλλον τε ἀλλαχοῦ ἐπαφῆκεν εἰς ἀσφάλειαν τῶν χωρῶν τε καὶ πόλεων. τὸν δὲ Δημήτριον, ὃν τῆς Θεσσαλονικέων ἀρχῆς καθεῖλεν, ἐν τῷ φρουρίῳ καθείρξας τῶν Λεντιανῶν ἐφρούρει. τοῦ δὲ μεγάλου δομεστίκου νοσήσαντος καὶ ἀποκαρέντος, ἀπε στάλη ἀντ' αὐτοῦ Θεόδωρος ὁ Φιλῆς. καὶ ἐπεὶ ὑπὸ τὸν βασιλέα ἐγεγόνει Θεσσαλονίκη καὶ Βέρροια, καὶ τὰ ἐκεῖθεν αὐτῶν καὶ πρὸς δυσμὰς ἀπὸ τοῦ Πλαταμῶνος ἀρχόμενα ὑπὸ τὸν Μιχαὴλ τὸν δεσπότην ἐτέλουν, ἔτι τε τὰ περὶ Πελαγονίαν καὶ Ἀχρίδου καὶ Πρίλαπον· τοὺς δὲ Βοδηνοὺς καὶ Σταρίδολα, Στροβός τε καὶ τὰ περὶ ταῦτα ὁ τοῦ Δημη τρίου πατήρ.