Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
47.1
Ὁ οὖν βασιλεὺς ἐν τοῖς τοῦ Νυμφαίου παραχειμάσας, ἦρος φανέντος τῇ Τζουρολῷ καὶ τῇ Βιζύῃ ἐπιθέσθαι τεθέ ληκε. καὶ πρῶτον ἀφίκετο ἐν τῇ Τζουρολῷ· ἦν δὲ ἐκεῖσε ἡ τοῦ Ἀσὲλ δὲ Κάε γυνή, ἀδελφὴ τῆς βασιλίδος Εἰρήνης Εὐδοκία. ὁ μὲν οὖν Ἀσὲλ δὲ Κάε οὐκ ἐκαρτέρησεν. ὁ δὲ βασιλεὺς παρεκάθισε τῷ ἄστει καὶ ἑλεπόλεις ἔστησε καὶ μη χανήματα καταβλητικὰ τῶν ἐπάλξεων, καὶ διὰ μετρίων ἡμε ρῶν ἐχειρώσατο τοῦτο, καὶ τὴν αὐτοῦ γυναικαδελφὴν εἰς τὴν Κωνσταντίνου ἀπέστειλε καὶ τοὺς σὺν αὐτῇ. ἀλλὰ καὶ τὸ τῆς Βιζύης ἄστυ στρατιὰν ἐκπέμψας διὰ βραχέος κεχείρωκε.