Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 48 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
48.1
Τότε καὶ τὸ ἄστυ Ῥόδου ἑάλω ὑπὸ Γενουϊτῶν κλοπῇ. ὁ γὰρ κρατῶν αὐτὸ Ἰωάννης ὁ Γαβαλᾶς ὁ τοῦ καίσαρος ἀδελφὸς ἀποδεδημήκει μετὰ τοῦ βασιλέως περὶ Νικομήδειαν διάγοντος. εὐθὺς οὖν βασιλικῇ προσταγῇ στέλλεται ὁ ἐπὶ τοῦ κεράσματος Ἰωάννης ὁ Καντακουζηνός, τὴν Θρᾳκησίων ἐζωσμένος ἀρχήν, καὶ εἰσῆλθε τὴν νῆσον καὶ κατέσχε φρού ριον ταύτης ὠνομασμένον Φιλέρημον, καὶ ἐμάχετο Γενουίταις. ἐγγὺς δὲ τοῦ ἄστεος πηξάμενος τὰς σκηνὰς ἐπολιόρκει τοὺς Γενουίτας. καὶ τάχος μὲν ἂν τὸ τῆς Ῥόδου ἄστυ ὑπὸ Ῥωμαίους ἐγένετο, εἰ μὴ ὁ τῆς Ἀχαΐας καὶ Πέλοπος πρίγγιψ Βαλδουῖνος εἰς Συρίαν ἐπάγων συμμαχίαν– καὶ ὁπλίτας εἶχεν ἱππότας– κἀκεῖθεν διιὼν συνθήκας μετὰ Γενουϊτῶν ἐποίησε καὶ ἀφῆκεν αὐτοῖς ἄνδρας ἑκατόν· ὃ τοὺς Ῥωμαίους ἔπεισεν ὑποχωρῆσαι εἰς τὸ Φιλέρημον. ἐξήρχοντο οὖν οἱ τοῦ πρίγγιπος ἱππεῖς καὶ τὴν χώραν ἐληίζοντο καὶ σπάνιν τῶν ἀναγκαίων Ῥωμαίοις ἐποίουν. ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης τὸ Νύμφαιον καταλαβὼν καὶ στόλον συσκευασάμε νος καὶ τριακοσίους ἱππεῖς, καὶ δοὺς αὐτοῖς στρατηγὸν τὸν Κοντοστέφανον τὸν πρωτοσεβαστὸν Θεόδωρον ἐξαπέστειλεν. οἳ τῇ νήσῳ ἐπιόντες καὶ τοὺς Λατίνους ἔξω καταλαβόντες ἄρδην πάντας σπάθης ἔργον ἐποίησαν. οἱ δὲ Γενουῖται παρέδωκαν τὸ ἄστυ καὶ αὐτοὶ πρὸς βασιλέα ἀφίκοντο.

Intertext edge

Open linked passage

Note