Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 49 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
49.1
Ὁ δὲ βασιλεὺς μετὰ τοῦ δεσπότου Μιχαὴλ συνθήκας ἐποίησε καὶ εἰς κήδους κοινωνίαν συνῆλθε, τὸν υἱὸν τού του τὸν Νικηφόρον γαμβρὸν λαβὼν ἐπὶ τῇ τοῦ υἱοῦ αὐτοῦ θυγατρὶ Μαρίᾳ, καὶ περὶ Πηγὰς τὴν μνηστείαν ποιεῖ. ἀλλὰ τὸ τῆς παροιμίας κἀπὶ τῷ Μιχαὴλ ἐπαληθεῦον ἦν, στρεβλὸν ξύλον οὐδέποτ' ὀρθόν, καὶ Αἰθίοψ οὐκ οἶδε λευκαίνεσθαι. εἶτα εἰς ἀποστασίαν ἐχώρησεν ὁ Μιχαὴλ τῷ θείῳ αὐτοῦ Θεοδώρῳ συμβούλῳ χρησάμενος. ὃ γνοὺς ὁ βασιλεὺς δια περαιοῦται τὸν Ἑλλήσποντον, καὶ καταλαβὼν Θεσσαλονίκην ἐν τοῖς Βοδηνοῖς ἐστρατοπεδεύσατο. ἀπέδρα δ' ἐκεῖθεν ὁ Ἄγγελος Θεόδωρος. εἰς δὲ πολιορκίαν Βοδηνῶν καταστὰς τὸ ἄστυ παρεστήσατο. καὶ ἐν λίμνῃ Ὀστροβῷ παραστρατο πεδεύσας πέμπει τὸν Κομνηνὸν Ἀλέξιον τὸν Στρατηγόπουλον Μιχαὴλ τὸν Παλαιολόγον, τὸν Μακρηνὸν Ἰωάννην, τὸν Τύραννον Γουδέλην, ἵνα ληίζοντο τὰ τοῦ Μιχαήλ. ὁ δὲ βασιλεὺς ἐκεῖ σκηνῶν ἠθύμει, ὅτι μὴ ἄξιόν τι εἰργάσατο. τὴν δὲ τῶν χρειωδῶν σπάνιν ἡμιόνοις καὶ καμήλοις ἐκ Βερροίας ἐθεράπευσεν. ἧκε δ' αὐτῷ πρόσφυξ ὁ Γλαβᾶς Ἰωάννης ἐκ Καστορίας, καὶ συνεχῶς ὁ Πετραλίφας Θεόδω ρος ὁ γυναικαδελφὸς τοῦ Μιχαήλ. ὃς ἐπεὶ προσέλθοι τῷ βασιλεῖ, αἱ Δεαβόλεις, ἥ τε μικρὰ καὶ μεγάλη, τοῦ βασιλέως ἐγένοντο. καὶ ὁ ἀπὸ Ἀλβάνου Γουλάμος μετὰ στρατοῦ πρὸς Καστορίαν διάγων, σύζυγον ἔχων καὶ τὴν αὐτοῦ ἀνεψιὰν τῆς βασιλίδος Εἰρήνης πρωτεξαδέλφης αὐτῆς θυγατέρα, προσῄει τῷ βασιλεῖ. ὁ δὲ Μιχαὴλ ἐν στενῷ ὁρῶν τὰ περὶ αὐτὸν πρεσβείαν πρὸς τὸν βασιλέα ἐστείλατο, καὶ ἀπέλυσε πρὸς τὸν βασιλέα ὁ Μιχαὴλ Πρίλαπον καὶ Βελεσὸν καὶ τὸ ἐν τῷ Ἀλβάνῳ φρούριον τὰς Κροάς. καὶ προέβησαν παρὰ τοῦ βασιλέως ἔγγραφοι ὅρκοι, καὶ δεσπότην τὸν αὐτοῦ υἱὸν τιμήσας ὁ βασιλεὺς διὰ τὴν ἐγγόνην. ὁ δὲ βασιλεὺς ἐν Βοδηνοῖς παραχειμάσας μετὰ μετρίου στρατεύματος ἀπῆλθεν εἰς Ἀχρίδαν καὶ εἰς Δεάβολιν καὶ εἰς Καστορίαν.

Intertext edge

Open linked passage

Note