Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 4 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Τεσσαράκοντα παρῆλθον γοῦν ἡμέραι καὶ ἑάλω παρὰ τούτων ἡ Κωνσταντίνου, δωδεκάτην τοῦ Ἀπριλλίου ἄγοντος. τῷ γὰρ δεκάτῳ ἔτει Μαΐου ὄντος τῇ πόλει προσώρμισαν, ἐν ἕνδεκα δὲ μησὶ συνέβη γενέσθαι τὴν πόρθησιν. καὶ ἡ μεγίστη πόλις ἑάλω, ἑάλω, ἑνὸς ὥς φασιν ἢ καὶ δύο ἐπιπηδησάν των τῷ τείχει ἀπὸ κλίμακος εἰς ἱστὸν κειμένης μεγίστης κοίλης νηός. ὅσα μὲν οὖν συνέβη τῇ πόλει μακροτέρων ἂν εἴη λόγων καὶ οὐ πρὸς τὴν παροῦσαν ὑπόθεσιν· πάν τως δὲ νοεῖν ἔξεστι πᾶσιν, ὁπόσα ταῖς αἰχμαλωτιζομέναις πόλεσιν ἐπιπέπτωκε πάθη, φόνοι ἀνδρῶν, γυναικῶν ἀνδρα ποδισμοί, σκυλεύσεις, οἰκιῶν κατασκάψεις, τἆλλά τε πάντα ὁπόσα μαχαίρας ἔργον καθέστηκεν. ἐπεὶ γοῦν ἐγκρατεῖς τῆς πόλεως γεγόνασιν Ἰταλοί, ὡς ἐξ ὑπερδεξίων ὁρμώμενοι τήν τε δυσμὴν πᾶσαν κατέδραμον, ἀλλὰ δὴ καὶ τῆς ἑῴας μέρος οὐκ ἔλαττον. πρῶτον μὲν οὖν χειροῦνται τὰ τῆς δυσμῆς, πάντων ὑποφευγόντων αὐτοὺς ὑπό τινος θεηλάτου ἐλαυνομένων πληγῆς.

Intertext edge

Open linked passage

Note