Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1
Καὶ παραμείψας Θεσσαλονίκην καὶ Βισαλτίαν εἰς Φιλίππους ἐπήξατο τὴν σκηνήν. ὁ γὰρ Μαγκλαβίτης Νικόλαος κατεῖπε Μιχαὴλ τοῦ Παλαιολόγου, ὃν καὶ ἤθελεν ἐξετάσαι ὁ βασιλεύς. ἐτασθέντων οὖν τῶν εἰρημένων ὁ μὲν ἤλεγχε τὸν εἰπόντα, ὁ δὲ ὡμολόγει εἰπεῖν, ἀλλ' οὐκ εἰδήσει τοῦ Παλαιολόγου Μιχαήλ. καὶ ὁπλισθέντες καὶ συμβαλόντες ἥττηται ὁ κατηγορούμενος, καὶ συλληφθεὶς ζωὸς αὖθις ἠρ νεῖτο. κατεκρίθη θανεῖν, καὶ αὖθις μεθ' ὅρκων μὴ εἰδέναι τὸν Κομνηνὸν Μιχαὴλ ἔλεγεν. ἡ οὖν ἐξέτασις πρὸς τὸν Κομνηνὸν Μιχαὴλ καὶ ἡ διὰ μύδρου ἀπόδειξις. ὁ δὲ «εἰ μὲν κατηγορεῖ μέ τις, πρὸς ἐκεῖνον ἂν ἐμαχεσάμην, τὸ δὲ μύδρου κρατῆσαι τερατουργοῦ τινος, οἷος ἦν Φειδίας καὶ Πραξιτέλης.» ὁ δὲ Φιλαδελφείας Φωκᾶς συνεβούλευε τούτῳ τὸ τοιοῦτον. ὁ δὲ «οὐκ οἶδ' ὅπως τὸ τοιοῦτον κέκληται ἅγιον» ἔφη, «ἀλλ' ἐγὼ ἁμαρτωλός εἰμι ἄνθρωπος καὶ τερα τουργεῖν τοιαῦτα οὐ δύναμαι. εἰ δέ μοι συμβουλεύῃ μητρο πολίτης ὢν καὶ θεοῦ ἄνθρωπος τουτὶ διαπράξασθαι, ἔνδυσαι μὲν αὐτὸς τὴν ἱεράν σου στολήν, εἶτα ταῖς σαῖς χερσὶν ἐκπύρωσόν μοι τὸν σίδηρον καὶ ταύταις ἐπίθες τῇ χειρί μου τοῦτον. καὶ εἰ οὕτω γένηται, τεθάρρηκα τῷ δεσπότῃ μου Χριστῷ, ὡς τὴν μὲν ἁμαρτίαν μου παροράσεται, θαυ ματουργήσει δὲ τὴν ἀλήθειαν.» καὶ ὁ μητροπολίτης «οὐκ ἔστι τοῦτο τῆς ἡμετέρας καὶ Ῥωμαϊκῆς καταστάσεως οὐδὲ τῆς ἐκκλησιαστικῆς παραδόσεως, βαρβαρικῇ δὲ παραδόσει παρῆκται.» καὶ ὃς «εἰ μὲν ἐκ βαρβάρων γεγένημαι, βαρ βαρικῶς ἂν ἐκτισάμην τὴν δίκην μου.» καὶ ὁ μητροπολίτης πρὸς τὸν βασιλέα ἐλθὼν ταῦτ' εἶπε. καὶ ὁ βασιλεὺς «αἲ τὸ ἐλεεινόν, οἵας δόξης ἐξέπεσε.»