Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
52.1
Εἰς τὸ ἐπιὸν περὶ τὴν Νίκαιαν ἀφίκετο, ἔνθα περὶ τὸν Φεβρουάριον ἐπὶ κλίνης τὸ πλέον τῆς νυκτὸς καθήμε νος καὶ πρηνὴς ἐπὶ κλίνης πεσὼν ἦν ἄναυδος. οἱ δ' ἰατροὶ ἀμυχὰς τοῖς ποσὶν ἐποίουν καὶ ἐφόλβιον ταῖς ἀμυχαῖς ἐνέ βαλλον, ἀλλὰ ταύτην τὴν νύκτα καὶ τὸ ἐπιὸν ἡμερονύκτιον ἀκίνητος ἔκειτο· ἀποπληξία γὰρ ἦν ἡ νόσος. μόγις γοῦν ἀνέπνευσεν, ἠλλοιωμένος τὸ χρῶμα. καὶ ἔσπευσε καταλα βεῖν τὸ Νύμφαιον πρὸ τῆς βαϊοφόρου κυριακῆς, καθ' ἣν εἴωθε θριαμβεύειν, καὶ ἐκεῖ καὶ τὴν ἀναστάσιμον διῆλθε, καὶ τὸ ἀπὸ τοῦδε τοῖς τοιούτοις ἐπεχωρίαζε μέρεσι, τῇ κατασχούσῃ τοῦτον νόσῳ κατὰ διάστημα ἡμερῶν πιεζόμενος. ποτὲ μὲν γὰρ ἐπὶ κλίνης ἔπιπτεν ἄφωνος, ποτὲ δ' ἔφιππος ὁδὸν βαδίζων ὑπὸ τῆς νόσου ἐγίνετο κάτοχος, καὶ οἱ συμ παρόντες κατεῖχον καὶ παρεφύλαττον, καὶ ἐπὰν εἰς λογισμὸν ἧκε σχολῇ πρὸς τὰ βασίλεια ὑπανέστρεφεν, ἐνίοτε δὲ καὶ φοράδην ἤγετο. ἐπεὶ δὲ ἡ νόσος ἐπηύξανε καὶ τὸ σῶμα τοῦ βασιλέως κατέπιπτε– συνεχέστερον γὰρ ἐγίνετο τούτῳ– καὶ ἡ ἀτροφία τοῦτον ἐπίεζε, καὶ ἀφίκετο εἰς Σμύρνην, ὡς τῷ ἐκεῖσε προσκυνήσῃ Χριστῷ καὶ διὰ παρακλήσεων ἵλεων αὐτὸν ἀπεργάσοιτο. καὶ ἀπελθὼν ἀνακωχὴν οὐχ εὗρεν. ἀλλ' ἐν τοῖς Περικλύστροις τόποις σκηνούμενος, ἅ εἰσιν ἐγγὺς Σμύρνης, χείρονος τοῦ πάθους ἐπῄσθετο. καὶ καταλαμβάνει τὸ Νύμφαιον, καὶ ἐν τοῖς ἐγγὺς τῆς χώρας βασιλείοις κήποις τὰς σκηνὰς ἐπήξατο. ἔνθα καὶ τῷ χρεὼν ἐλειτούργησεν, ἑξήκοντα δύο ἐτῶν ὤν, ἐξ ὧν τριάκοντα τρεῖς βεβασίλευκε καλῶς καὶ ἀγαθῶς. πρᾶος γὰρ ἦν καὶ πρὸς τὸ φιλανθρωπότερον ἀεὶ ἀπονεύων, πρὸς πάντας φιλόδωρος, μᾶλλον δὲ πρὸς τοὺς μήκοθεν. ἐρώτων δὲ θήλεων ἡττᾶτο, ἐξ ὅτου ἡ σύζυγος αὐτοῦ Εἰρήνη ἐξ ἀνθρώπων ἐγένετο, μάλιστα δὲ τῆς ἐξ Ἰταλίας μαρκεσίνης, ὡς καὶ πέδιλα ὑπο δεδέσθαι ταύτῃ δοῦναι κοκκοβαφῆ καὶ ἐφεστρίδας καὶ χα λινά, ἕπεσθαί τε αὐτῇ πλείους ἢ τῇ κυρίως δεσποίνῃ, ἄλλα τε πολλὰ ἐποίει ταῖς ἐκείνης δουλεύων ὀρέξεσι. καρτερικὸς δὲ ἦν ἐν ταῖς μάχαις, καὶ τοῖς μὲν κατὰ συστάδην πολέ μοις οὐκ ἔχαιρε, τὸ ἀλλοπρόσαλλον τοῦ Ἄρεως δειλιῶν, τῇ καρτερίᾳ δὲ χρώμενος, καὶ ἐνεαρίζων εἰς τὴν ἐναντίων καὶ τὴν θέρους ὥραν διαβιβάζων, ἔτι δὲ καὶ τὴν φθίνουσαν, ἐνίοτε δὲ καὶ παραχειμάζων τὴν νικῶσαν ἐλάμβανεν. ἦν δὲ εὐσεβέστατος καὶ φιλόπτωχος, φιλοδίκαιός τε καὶ φιλόχριστος, τὴν βασιλείαν τῷ υἱῷ Θεοδώρῳ καταλιπὼν ἐτῶν ὄντι λγʹ· τοσοῦτος γὰρ ἦν ὁ χρόνος αὐτῷ, ὅσος ὁ τῆς πατρικῆς βασι λείας ἐτύγχανε· σχεδὸν γὰρ τῇ πατρικῇ ἀναρρήσει καὶ ἡ γέννησις ἐκείνου συνέδραμεν.