Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1
Ὁ γὰρ βουλγαράρχης Μιχαήλ, ὁ τούτου γυναικάδελ φος, τὸν τοῦ βασιλέως Ἰωάννου πυθόμενος θάνατον, ἐπεὶ τὰ δυτικὰ μέρη γυμνὰ στρατευμάτων ἑώρα, βουληθεὶς τὰ ἀφῃ ρημένα ἐκ τούτων ἄστη ἀνακαλέσασθαι, τὸν Ἕβρον διαπε ράσας πολλὰ ὑφ' ἑαυτὸν ἐποιήσατο. κατεσχέθη μὲν οὖν ὁ Στενίμαχος Περιστίτζα Κριτζιμὸς Τζέπαινα καὶ τὰ ἐν τῇ Ἀχριδῷ ξύμπαντα πλὴν Μνιάκου· τοῦτο γὰρ καὶ μόνον ὑπὸ Ῥωμαίων πεφύλακτο. Οὔστρα δὲ καὶ Περπεράκιον καὶ Κρυ βοῦς καὶ τὸ παρακείμενον τῇ τοῦ Ἀδριανοῦ καὶ κεκλημένον Ἐφραὶμ τοῖς Βουλγάροις κεχείρωτο. τούτου χάριν ἔσπευδε.