Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1
Βουλὴν οὖν ποιησάμενος, οἱ μὲν πλείους διαπε ρᾶσαι αὐτὸν τὸν Ἑλλήσποντον δέον ἔλεγον· οἱ δὲ πρὸς πάππου αὐτοῦ τοῦ βασιλέως Θεοδώρου, Μανουὴλ καὶ Μι χαὴλ οἱ Λασκάριες, οἷς προσεῖχε μᾶλλον τῇ τε γνησιότητι καὶ τῷ γήρει, οὐ χρεὼν διαπερᾶσαι τὸν βασιλέα ἐβούλευον. ἡ τῶν πλειόνων γοῦν ἴσχυσε βουλή. ὡς εἶχεν οὖν τάχους, τὴν Ἀδριανοῦ πέφθακε.