Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
56.1
Κἀκεῖθεν ἔξεισι, καί τις τῶν Βουλγάρων κατοπτὴρ τὸν βασιλέα τῆς Ἀδριανοῦ ἐξιόντα τεθεαμένος δρομαῖος πρὸς τὸν βουλγαράρχην ἀφίκετο περὶ τὸν Ἕβρον σκηνοῦντο, καὶ τὸ δρᾶμα διασαφεῖ ὅρκοις, ἰδεῖν τὸν βασιλέα τὴν πρὸς τῇ πόλει τυγχάνουσαν τοῦ ποταμοῦ Ἕβρου γέφυραν δια βαίνοντα. γνοὺς δὲ καὶ ὁ βασιλεὺς τὴν τῶν Βουλγά ρων κατασκήνωσιν ἐπέτεινε τὴν ὁδόν. καὶ οἱ προάγοντες τοὺς φύλακας Βουλγάρων ξίφει καὶ ζωγρίᾳ ἑλόντες– ἔκ τινος φυγάδος διαμαθόντες πάντες ἔφυγον τούτων πρὸς τὰ ἐνδότερα, κατεδρύπτοντο δὲ τοῖς συνηρεφέσι τῶν δέν δρων. ἕωθεν δὲ τὸν τόπον ἔρημον φθάσας ὁ βασιλεὺς λελύπηται μέν, οὐκ εἶχε δ' ὅ, τι καὶ δράσειε. περὶ δὲ τὴν Βερρόην χωρεῖ καὶ αὐτοβοεὶ τὸ φρούριον εἷλε. καὶ τάχ' ἂν περὶ τὸν Αἷμον αὐτὸν καὶ τὰ ἐν αὐτῷ φρούρια ἐκεχω ρήκει, εἰ μὴ χειμὼν ἐκώλυσεν αὐτόν. πολλὴ γὰρ χιὼν τῆς γῆς τὸ πρόσωπον ἐπηλύγασεν. ἡμέρας γοῦν ἓξ διακαρτε ρήσας ὁ βασιλεύς, λείαν τὰ Βερρόης ποιησάμενος εἰς τὴν Ἀδριανοῦ ὑπέστρεψε.