Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
57.1
Κἀκεῖθεν ἐπιλεξάμενος στράτευμα περὶ τὰ ἐν Ἀχριδῷ 57 φρούρια ἐπεπόμφει τὰ κρατηθέντα ὑπὸ Βουλγάρων, εἴ πως καὶ αὖθις τῇ τῶν Ῥωμαίων ὑπαχθεῖεν ἀρχῇ. ἐκεῖσε οὖν ἀφιγμένοι οἱ τῶν Ῥωμαίων ἡγήτορες ῥᾷον τῶν φρουρίων περιεγένοντο τῶν πλείστων. ἐπεὶ δὲ τὸ ἔαρ ἐπέλαμψε, προσ τάγματα ἧκον πρὸς τὸν Στρατηγόπουλον Ἀλέξιον ἐν Σέρραις, ἵνα κατὰ Τζεπαίνης ἀφίκοιντο. ὃ καὶ ἐποίησαν. ἀλλὰ μήτε πολεμίοις ἀξίοις ἐγκύρσαντες, κτύποις ἤχων κερατίνων δια θροηθέντες ἀκόσμως ἐχρήσαντο τῇ φυγῇ, πᾶσαν ἀποσκευὴν καὶ τοὺς πλείους τῶν ἵππων τοῖς Βουλγάροις ἀπολιπόντες.