Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 58 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
58.1
Καὶ ὁ τοῦ Μελενικιωτικοῦ δὲ προεξάρχων στρα τεύματος Δραγωτᾶς τοὔνομα ἀποστασίαν φανερὰν μεμελέτηκε, καὶ συναγαγὼν στρατιὰν πλείστην παρεκάθισε Με λενίκον. ἐφύλαττον δὲ τοῦτον ὁ Νεστόγγος Θεόδωρος καὶ ὁ Ἄγγελος Ἰωάννης, οἳ καὶ γενναίως ἀντεῖχον. ὁ δὲ βασιλεὺς ἐς Σέρρας ἀφίκετο, καὶ ἐπεὶ ἐκπέπυστο τὴν τοῦ Ῥουπελίου δυσχωρίαν, καθ' ἣν ὁ Στρυμὼν ῥεῖ, Βουλγαρικῇ φυλάττεσθαι στρατιᾷ, οἳ καὶ πύλας ἐν αὐταῖς κατεσκεύασαν, σπουδῇ περὶ τὸν ἐκεῖσε χῶρον ἀφίκετο. ἀποκόψας οὖν στρατιὰν πεζαιτέρων ὑπὲρ κεφαλῆς τῶν Βουλγάρων βαδίζειν εἰς τὸ ὄρος προστέταχεν, ἱππεῦσι δὲ κατευθὺ τῶν πυλῶν τὴν μάχην ποιεῖν ἐκέλευσε. καὶ ἐπεὶ κατεῖδον οἱ Βούλγα ροι ἐκ μὲν ἄνωθεν ὀϊστοὺς βάλλοντας, κατεναντίον δὲ στα δαίαν οὖσαν τὴν μάχην, εἰς φυγὴν ἐτράποντο. καὶ τὸ βασιλικὸν ἐφείπετο στράτευμα καὶ πολλοὺς σπάθης ἔργον ἐποίησαν. οἱ δὲ λοιποὶ τὴν τοῦ βασιλέως ἔφοδον τοῖς Βουλγάροις ἀπήγγειλαν, οἳ καὶ διαταραχθέντες ὡς εἶχον ἕκαστος ἔφυγον. ἐπεὶ δὲ νὺξ ἦν ἀσέληνος τῇ φυγῇ καὶ δυσχερὴς ὁ τόπος, ἔνιοι μὲν ἔπιπτον τῶν ἵππων, ἕτεροι δ' αὐτοὺς κατεπάτουν, ἄλλοι τῶν ἐφεστρίδων ἀπεσφενδονοῦντο κατὰ κρημνῶν, ὡς ὀλίγους διασωθῆναι ἐς τὴν Βουλγάρων. καὶ ὁ Δραγωτᾶς δὲ ἵππων ποσὶν ἅπαν τὸ σῶμα συν τέθλαστο, καὶ τριταῖος τὴν αὐτοῦ ψυχὴν ἐξεφύσησεν. ὁ γοῦν βασιλεὺς τὸ ἄστυ καταλαβὼν ἀσπάσιος ὤφθη.

Intertext edge

Open linked passage

Note