Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
59.1
Καὶ ἀπάρας ἐκεῖθεν ἐς Θεσσαλονίκην ἀφίκετο. κἀκεῖ θεν τὸν Βαρδάριον διαπεράσας καὶ τὰ Βοδηνὰ παραμείψας ἐνόσησε νόσημα ἑδρικόν. διακαρτερήσας δ' ἐκεῖθεν μικρὸν περὶ τὸν Πρίλαπον ὥρμησεν. ἐκεῖθεν ἐς Βελεσὸν ἐχώρει, καὶ ἅμα τῷ φθάσαι ἐκεῖσε οἱ φύλακες τούτου ὅρκους λα βόντες ἐξῄεσαν. κἀκεῖθεν διὰ τῆς Νευσταπόλεως τὴν πο ρείαν ἐποιεῖτο. τὸ γοῦν τῆς Στρουμίτζης παραμείψαντες ἄστυ ἐς Σέρρας ἀπῄεσαν, οὗ καὶ γραφὰς ἐδέξατο ὁ βασι λεὺς πρὸς τοῦ Μουζάλωνος, ὡς τὰ τῶν Ταχαρίων αὖθις κυμαίνεται. ἀπάρας ἐκεῖθεν ἐς Ἀδριανοῦ μολεῖ. καὶ ἐπεὶ μηδὲν τῶν παρὰ Βουλγάρων κρατηθέντων ἐναπελέλειπτο πάρεξ φρουρίων σμικροτάτων Ἀχριδοῦ καὶ Πάτμου καλου μένων, ἃ καὶ εὐχερῶς πάνυ ὁ Φιλανθρωπηνὸς εἷλεν Ἀλέξιος, καὶ ἄστεος ἄλλου Τζεπαίνης, μᾶλλον ἐδυσφόρει ὁ βασιλεύς. διὸ καὶ τῆς Ἀδριανοῦ ἀπάρας κατὰ Τζεπαίνης χωρεῖ. καὶ χειμὼν μέγας γέγονε χιόνι τε πολλῇ τῆς γῆς ἐπηλυγάσας τὸ πρόσωπον κατὰ τόπον, ὃν Μακρολιβάδα φασί, σκηνοῦντι τῷ βασιλεῖ. ἐκεῖθεν δ' ἄρας ἐς Στενίμαχον ἵκετο, καὶ κατευθὺ Τζεπαίνης χωρεῖ καὶ περὶ Βατκούνιον. καὶ ἀπε στάλκει κατοπτεῦσαι τὸν τόπον, εἰ εὐχερεστέραν τὴν εἰς αὐ τὸν πορείαν σχοίη τὸ στράτευμα. τέως ἧκεν ἐκεῖσε, καὶ ἰδὼν τὸ φρούριον δυσάλωτον καὶ τὸν χειμῶνα βαρὺν τὴν μὲν στρατιὰν ἐς τὸ πεδίον ἀνῆκε, μόνος δὲ μετὰ τριῶν οὐράγει.