Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 5 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Ὁ μὲν οὖν βασιλεὺς Ἀλέξιος ὁ Ἄγγελος, ὃν ἀποδρᾶναι λόγος εἰρήκει τῆς Κωνσταντίνου, περὶ τὴν Φιλιππού πολιν ἀφικόμενος καὶ μὴ πρὸς τῶν οἰκητόρων δεχθεὶς περὶ τὴν Μοσυνούπολιν ἀφικνεῖται κἀκεῖσε τὰς διατριβὰς ἐποιεῖτο. Ἀλέξιος δὲ ὁ Δούκας, ὃς τὸν υἱὸν τοῦ Ἰσαακίου ἀπέκτεινε, βουλόμενος ἐκδήμους αὐτῷ προσαρμόσασθαι, ἅμα τε τοῦ Ἰσαακίου υἱὸν πεφόνευκε καὶ ἅμα τὴν τοῦ βασιλέως Ἀλεξίου θυγατέρα Εὐδοκίαν προσηγάγετο εἰς γυναῖκα, ὑστάτην οὖσαν τῶν θυγατέρων ἐκείνου. τρεῖς γὰρ ὑπῆρχον αὐτῷ, καὶ ἡ μὲν πρώτη Εἰρήνη κατωνομάζετο, ἣν καὶ ἀνδρὶ συνέζευξεν Ἀλεξίῳ τῷ Παλαιολόγῳ, ὃν καὶ δεσπότην τετίμηκεν, ἀλλὰ προῴχετο οὗτος τῆς Κωνσταντίνου ἁλώσεως· ἡ δὲ δευτέρα ἐκαλεῖτο Ἄννα, εἰς ἣν Θεόδωρον τὸν Λάσκαριν ἐπεγάμβρευσεν· ἡ δὲ τρίτη Εὐδοκία, ἣν πρὸ καιροῦ ὁ πατὴρ αὐτῆς τῷ κράλῃ Σερβίας συνέζευξεν, ἐπί τινι δὲ πάθει, ὡς ἔφασκον, ταύτην οὗτος φωράσας ἐπὶ τὸν πατέρα πάλιν ἐκ πέμπει· καὶ ἦν οὕτως. ταύτην εἰλήφει ὁ εἰρημένος Ἀλέξιος Δούκας ὁ Μούρτζουφλος, τὴν οἰκείαν καταλιπὼν γαμετήν. ὡς γοῦν παρὰ τῶν Ἰταλῶν ἑάλω ἡ Κωνσταντίνου, ἀπέδρα καὶ οὗτος ἐκεῖθεν, ἐπιφερόμενος καὶ τὴν σύζυγον Εὐδοκίαν. μαθὼν δὲ ὡς ἐν Μοσυνουπόλει τὰς διατριβὰς ποιεῖται ὁ πενθερὸς αὐτοῦ βασιλεὺς Ἀλέξιος θαρρούντως πρὸς αὐτὸν ἀπῄει. ὁ δὲ τοῦτον πολλῶν τε ἄλλων χάριν καὶ οὐδὲν ἧττον τῆς θυγατρὸς ἐμυσάττετο. κηδεστείας γοῦν ὑποδὺς προσωπεῖον ὑποδέχεται τὸν Ἀλέξιον, καὶ λουτρὸν εὐτρεπίσας ἅμα τῇ θυγατρὶ λουθῆναι τοῦτον προστέταχεν. ἐντὸς οὖν γενομένου τοῦ λουτῆρος τοῦ Ἀλεξίου ἐπεισπίπτουσιν ἀθρόως αὐτῷ οἱ τοῦ βασιλέως Ἀλεξίου ὑπηρέται κἀκεῖσε τοὺς ὀφθαλ μοὺς αὐτοῦ ἐξορύττουσιν. ἔφασκον δὲ οἱ ξυντυχόντες ὡς ἡ θυγάτηρ ἑστῶσα παρὰ τὴν θύραν τοῦ λουτροῦ τὸν πα τέρα ὕβρεσιν ἔπλυνε, κἀκεῖνος ταύτην τῆς ἀναιδείας καὶ τῆς ἀσελγοῦς ἀγαπήσεως ἐλοιδόρει. τυφλὸς οὖν γεγονὼς ὁ Δούκας Ἀλέξιος περὶ τὰ τῆς Μοσυνουπόλεως ἐπλανᾶτο μέρη, ἀλήτης διερχόμενος τὰ ἐκεῖσε. ὁ δὲ βασιλεὺς Ἀλέξιος ἀπάρας ἐκεῖθεν περὶ τὰ μέρη τῆς Θεσσαλονίκης ἐχώρει. ἐπεὶ δὲ ἐξώρμησαν τῆς Κωνσταντίνου οἱ Ἰταλοὶ καὶ ἀπῆλ θον περὶ τὴν Μοσυνούπολιν, εὑρόντες ἐκεῖσε τὸν Μούρ τζουφλον εἰς τὴν Κωνσταντίνου ἀπήγαγον· τοῦ δὲ μιάσματος ἀμυνόμενοι, ὃ εἰς τὸν Ἰσαακίου πεποίηκεν υἱόν, ἐκ Ταύρου κρημνίζουσι κίονος.

Intertext edge

Open linked passage

Note