Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
60.1
Ἐκεῖ δὲ δύο ἀνύσας ἡμέρας, καὶ λείαν τὴν πόλιν πεποιηκὼς τὸ Βατκούνιον, ἐς Ἀδριανοῦ ἧκε κἀκεῖθεν ἐς Διδυμότοιχον. καὶ διαπεραιωθεὶς τὸν Ἑλλήσποντον περὶ τὴν Λάμψακον σκηνοῖ, καὶ Γεώργιον τὸν Μουζάλωνα πρω τοσεβαστὸν καὶ πρωτοβεστιάριον καὶ μέγαν στρατοπεδάρχην ποιεῖ, τὸν δὲ αὐτοῦ ἀδελφὸν Ἀνδρόνικον μέγαν δομέστικον, τὸν δὲ Ἄγγελον Ἰωάννην πρωτοστράτορα, πρωτοβεστιαρίτην δὲ τὸν Καρυανίτην πεποίηκεν. αὐτοῦ δὲ τὰς ἑορτὰς τῶν Χριστοῦ γέννων καὶ φώτων διαβιβάσας εἰσῄει τὸ Νύμφαιον.