Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
61.1
Ἔαρος δ' ἐπιόντος κατευθὺ τῆς δυσμῆς ἐχώρει, ἐλπί ζων τοὺς περὶ τὸ Διδυμότοιχον καταλελειμμένους σώους εὑρεῖν. ἀλλὰ τούτους κακοβουλία ἔσφαλεν. ἐπεὶ γὰρ ὁ τῶν Βουλ γάρων ἄρχων μακρότερον διάγειν τὸν βασιλέα ἐγίνωσκε, Σκυθικὸν στράτευμα εἰς σφετέραν συμμαχίαν προσκαλεσάμε νος κατὰ Μακεδονίαν ἐκπέπομφεν· ἠρίθμηντο δὲ περί που τὰς τέσσαρας χιλιάδας. οἳ τὴν Ἀδριανοῦ παραμείψαντες τὰ περὶ τὸν ποταμὸν Ῥηγῖνα ἐληΐζοντο καὶ τὰ περὶ τὸ Διδυμότοιχον. οἱ δ' ἐκεῖσε στρατάρχαι τῶν βασιλιῶν ἐπι λελησμένοι προστάξεων κατὰ τούτων ἐξώρμησαν. καὶ ἦσαν ὅπλοις κατάφρακτοι, οἱ δὲ Σκύθαι κοῦφοι ὁπλῖται καὶ τό ξοις χρώμενοι. μακρόθεν οὖν οὗτοι βέλεσι Ῥωμαίους ἔβαλ λον, καὶ πεζοὺς τοὺς ἱππότας ῥᾳδίως ἐποίουν, καὶ τέλος τρέπουσιν. ὁ μὲν οὖν Λάσκαρις ταχύτατον ἔχων τὸν ἵππον φυγὰς εἰς Ἀδριανοῦ ᾤχετο, ὁ δὲ Μαργαρίτης ἑάλω καὶ ἄλλοι πλεῖστοι, οὓς καὶ ἀπεμπόλησαν Βουλγάροις. ὃ μα θὼν ὁ βασιλεὺς ἔσπευσε διὰ τάχους περὶ τὸν τοῦ Βουλγα ροφύγου χῶρον ἐλθεῖν. ὡς δ' οἱ Βούλγαροι τὴν βασιλικὴν ἔγνωσαν ἔφοδον, ἔφυγον ὡς εἶχον ποδῶν. οἱ πλείους δὲ τούτων περὶ τὰ μέρη Βιζύης ξίφους ἔργον ἐγένοντο. περὶ τὸν ποταμὸν οὖν Ῥηγίνα τὴν σκηνὴν ἔπηξεν.