Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
62.1
Ὁ γοῦν τῶν Βουλγάρων ἄρχων πτοίᾳ ληφθεὶς ἐς σπονδὰς ἐτράπετο, καὶ τὸν πενθερὸν αὐτοῦ τὸν Ῥῶσον Οὖρον, τοῦ ῥηγὸς Οὐγγρίας ἐπὶ τῇ θυγατρὶ τελοῦντα γαμ βρόν, μεσιτεῦσαι τὰ εἰς εἰρήνην βεβούλευται. καὶ ὁ Οὖρος ἐς τὸν βασιλέα ἀφίκετο καὶ ἐδέχθη προσηκόντως καὶ τὴν εἰρήνην πεποίηκε, καὶ ὤμοσεν ἀπολυθῆναι τὴν Τζέπαιναν καὶ ἑκάτερα τὰ μέρη τοῖς παλαιτέροις ὁρίοις ἀρκεῖσθαι. καὶ ἐς εἴκοσι χιλιάδας βασιλικῶν χαρισμάτων ὁ Οὖρος τυχὼν ἐξῄει. ὁ δὲ βασιλεὺς διεκαρτέρει τὴν τῆς Τζεπαίνης περι μένων ἀπόλυσιν.