Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
63.1
Ἀφίκετο δὲ καὶ ἡ τοῦ δεσπότου Μιχαὴλ γυνὴ Θεο δώρα μετὰ τοῦ υἱοῦ αὐτῆς Νικηφόρου τὸ πρὸς τὸν βασιλέα κῆδος ἀποπληρώσοντες. ὁ μὲν οὖν βασιλεὺς ἔσπευδε τὴν Θεσσαλονίκην καταλαβεῖν, συνείποντο δὲ τούτῳ καὶ ἡ τοῦ δεσπότου γυνὴ μετὰ τοῦ υἱοῦ, καὶ καθ' ὁδὸν τὰς συμβι βάσεις ἐποίουν, καὶ συμπεφώνηκε καὶ ἄκουσα δοῦναι πρὸς τὸν βασιλέα τὰ Σέρβια καὶ τὸ Δυρράχιον. ἐπὶ τούτοις καὶ ὅρκοι προύβησαν καὶ ἀπεστάλησαν πρὸς τὸν Μιχαήλ· καὶ ὃς ἑκὼν ἀέκοντί γε θυμῷ ξυνῆλθεν. 64 Ἐπεὶ δὲ ὁ βασιλεὺς τὴν Θεσσαλονίκην κατέλαβε, τοὺς γάμους πληροῖ, καὶ δεσπότην τὸν Νικηφόρον τετίμηκεν. ἧκε δ' αὐτῷ γραφή, ὡς ὁ Παλαιολόγος Μιχαὴλ ὁ μέγας κονοστάβλος τὴν Βιθυνίαν διέπων φυγὰς ᾤχετο περὶ τὴν τῶν Μουσουλμάνων, καὶ ἐταράχθη ἐπὶ τούτοις ὁ βασιλεύς.