Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 65 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
65.1
Ἐπεὶ δ' ὁ Παλαιολόγος ἐν τοῖς οἴκοις τῶν Τουρ κομάνων ἀφίκετο, τούτῳ ὡς ἑρμαίῳ ἐντυχόντες τὰ αὐτοῦ διηρπάκασιν. οὗτος δὲ μόγις διεκφυγὼν γυμνὸς περὶ τὸν περσάρχην ἀφίκετο. ὁ δὲ ἀσμένως τοῦτον προσήκατο, καὶ γραφαὶ στέλλονται, ἵνα τὰ ἐσκυλευμένα ἐξ αὐτοῦ ἐπικομι σθεῖεν αὐτῷ. ἐπεὶ δ' οἱ Ταχάριοι τὰ πλείω τῶν Μουσουλ μάνων ἐληΐζοντο καὶ περὶ τὰ Ἄξαρα ἐστρατοπεδεύσαντο, ὁ Κομνηνὸς Μιχαὴλ τὴν ἡγεμονίαν τῶν Ῥωμαϊκῶν εἰληφὼς στρατιῶν καὶ χάριτι θείᾳ ἀναρρωσθεὶς πρὸς μάχην ἐξώρ μησε, καὶ τοὺς Ταχαρίους νενίκηκε, πρῶτος τὸν πρῶτον τούτων βαλών. καί τις ἀμηραχούρης τὸ ὑπ' αὐτὸν συλλα βὼν στράτευμα τοῖς Ταχαρίοις προσώρμησε, κἀντεῦθεν οἱ διώκοντες ἔφευγον. ἔπιπτον γοῦν Πέρσαι συχνοί. μέχρι μὲν οὖν μακρῶν διαστημάτων τὴν δίωξιν οἱ νενικηκότες πεποίηνται. ὁ γοῦν Κομνηνὸς Μιχαὴλ συμβὰν οὕτω τῷ μεγίστῳ στρατοπεδάρχῃ τῶν Περσικῶν στρατευμάτων, ὃν πεκλάρπακιν οἴδασι Πέρσαι καλεῖν, ξυνῄει κατὰ τὴν ὁδόν, καὶ ἐπορεύοντο πλείους ἡμέρας ἐφεπομένων τῶν πολεμίων. ἐπεὶ δὲ ἡ τοῦ λεγομένου πεκλάρπακι οἰκία περὶ τὴν Καστά μοναν ἦν, ἐκεῖσε ἐγεγόνεισαν. τὸ δὲ τῶν Ταχαρίων γένος πᾶσαν τὴν ὑπὸ τοὺς Μουσουλμάνους κατέδραμε χώραν.

Intertext edge

Open linked passage

Note