Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
66.1
Ὁ δὲ βασιλεὺς Θεόδωρος ἐπεὶ περὶ τῶν γεγενημένων ἐπύθετο, ἔσπευσε πρὸς τὴν ἕω παλινοστῆσαι, καὶ ἀφεὶς ἐν Θεσσαλονίκῃ καὶ τοῖς κατὰ δυσμὴν μέρεσιν εἰς φύλαξιν τὸν πρὸς πάππου θεῖον αὐτοῦ τὸν Λάσκαριν Μιχαὴλ μετὰ μικροῦ στρατεύματος, ὅσον εἰς τριακοσίους ἠριθμημένου, τοῦ δὲ Πριλάπου καὶ τῶν περὶ αὐτὸν στρατευμάτων τὸν ὃν εἶχε σκουτέριον Ξυλέαν ὠνομασμένον, εἰς δὲ τὸν Βελεσσὸν καὶ τὰ περὶ αὐτὸν τὸν Καλαμπάκην Θεόδωρον, ὃν καὶ τατᾶν τῆς αὐλῆς κατωνόμαζον, τὸν δὲ Χαβάρωνα Κωνσταντῖνον εἰς ἡγεμονίαν τοῦ Ἀλβάνου, ἐμὲ δὲ πάντων προΐστασθαι. 67- 68 Καὶ διελθὼν τὰ τῆς Χουναβίας καὶ τὸ ὄρος τὴν Κακὴν Πέτραν, τὴν Μάτην, τὴν Δέβρην, τὴν Κύτζαβιν, εἰς Πρίλαπον ἤχθην. εἶτα τὴν Ἀλβανίαν κατέλαβον· ἦλθον εἰς Ἀχρίδαν, τὴν Πρέσπαν, τὸ Σιδηρόκαστρον, καὶ τῷ Πρι λάπῳ προσέσχον.