Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
69.1
Ὁ δὲ βασιλεὺς διαπεραιωθεὶς τὸν Ἑλλήσποντον ὡς εἶχε τάχους ἐπὶ τοὺς τῆς Λυδίας τόπους κεχώρηκε καὶ περὶ τὰς Σάρδεις τὰς σκηνὰς ἔπηξεν. ὁ δὲ σουλτάνος τὴν αὐτοῦ χώραν καταλιπὼν φυγὰς πρὸς τὸν βασιλέα ἀφίκετο. ὁ δὲ δώροις τοῦτον ἐδεξιώσατο καὶ πρὸς τὴν αὐτοῦ ἐπαναζεῦξαι πεποίηκε, δοὺς αὐτῷ καὶ στρατὸν τετρακοσίων ἐπιλέκτων, στήσας αὐτοῖς ἡγεμόνα Ἰσαάκιον Δούκαν τὸν Μούρτζουφλον. ὁ δὲ περσάρχης τὸ ἄστυ τῆς Λαοδικείας τῷ βασιλεῖ ἐχαρί σατο· ἀλλ' ἐπ' ὀλίγον ἦν Ῥωμαίων. ὁ μὲν οὖν σουλτάνος, ἐπεὶ μὴ ἐξίσχυε τοῖς Ταχαρίοις ἀνθίστασθαι, εἰς ξυμβάσεις αὐτοῖς συνῆλθεν ὑπὸ τέλει φόρων, ἐξ οὗ ἕως νῦν φορολο γοῦνται. ὁ δὲ Μιχαὴλ ὁ Παλαιολόγος ὅρκον πρὸς τοῦ βασιλέως λαβὼν πρὸς αὐτὸν ἐπανέζευξε.