Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 6 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Τῆς οὖν Μοσυνουπόλεως κυριεύσαντες οἱ Ἰταλοὶ ἄδειαν δεδώκασι τοῖς ταύτης οἰκήτορσι τοὺς θέλοντας μένειν τε καὶ ὑπὸ χεῖρα εἶναι αὐτῶν, τοὺς δὲ ἀκωλύτως ἀπέρχεσθαι ὅπῃ ἂν βούλοιντο. ἐξήρχοντο τοίνυν οἱ μὲν φανερῶς οἱ δὲ καὶ κρύφα, ὅσοι τῶν περιφανεστέρων ἐτύγχανον. ὁ δὲ Λάσκαρις Θεόδωρος ἅμα τῇ γαμετῇ Ἄννῃ προεξελθεῖν πέφθακε Κωνσταντίνου, δεσπότης ὑπ' ἐκείνου τετιμημένος. ἀπελθὼν τοίνυν μετὰ καὶ τῶν θυγατρίων Εἰρήνης Μαρίας καὶ Εὐδοκίας εἰς Νίκαιαν παρεκάλει τοὺς Νικαεῖς, εἴσω τῆς πόλεως δέξασθαι τοῦτον. οἱ δὲ οὐκ ἐδέχοντο. ὁ δὲ καὶ κἂν τὴν γυναῖκα δέξασθαι δυσωπῶν, μόλις ἔπεισεν. ἀφεὶς οὖν τὴν γυναῖκα διήρχετο τὰ πέριξ, Προῦσάν τε καὶ τὰ περὶ αὐτήν, ὅπως ὑπὸ χεῖρα ταῦτα ποιήσαιτο καὶ ὡς βασιλεὺς ἀντὶ τοῦ πενθεροῦ Ἀλεξίου τούτων κατάρξειεν. οὗ δὴ καὶ τετύχηκεν. καὶ γὰρ ἐν τῷ μεταξὺ καὶ περὶ τὸν περσάρχην ἀφίκετο, συνήθη τούτῳ τελοῦντα, καὶ συμμαχίαν προσείληφε, καὶ τὰ πρὸς σκοπὸν διεπράξατο.

Intertext edge

Open linked passage

Note