Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 71 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
71.1
Καὶ ὁ ἀποστάτης Μιχαὴλ στρατιὰν ἐκπέμψας, στρατηγὸν ἐπιστήσας αὐτοῖς τὸν νόθον υἱὸν αὐτοῦ Θεόδωρον, τοὺς ὄντας ἐκεῖσε ἐν ἀκαρεὶ ἐτρέψατο. ὃ γνοὺς ὁ Παλαιολόγος Μιχαὴλ κατ' αὐτῶν ὁρμᾷ, καὶ τῷ στρατηγῷ τοῦ ἀποστάτου νόθῳ Θεοδώρῳ συρρήξας βάλλει τοῦτον τοῦ ἵππου καὶ ἱκέτην ὑπὲρ τοῦ μὴ θανεῖν δέχεται. παραδίδωσιν οὖν τοῦτον Τούρκῳ τινί, καὶ ὃς πεφόνευκε τοῦτον. καὶ ἐτρέψαντο τοὺς τοῦ ἀποστάτου· εἶτα ἀφίκοντο πρὸς Πρίλαπον, καὶ ὀλίγας ἡμέρας προσμείναντες ὑπέστρεψαν. καὶ ἐπεὶ ἐκεχειρίαν εἶχε, περιεστοίχισε τὸ ἄστυ καὶ ἑλεπόλεις συνίστα καὶ κλίμακας ἔφερεν, ὡς ἂν διὰ τούτων περὶ τὸ ἄστυ ἀναρριχήσαιντο. ἀλλὰ τότε μὲν τραπέντες πλεῖστοι ἔργον φόνου γεγόνεισαν. αὖθις δὲ προσβολὴ περισσοτέρα περὶ τὸ ἄστυ, καὶ ἡ ἀπόκρουσις ὁμοία· ὡσαύτως καὶ ἡ τρίτη. εἶτα ἠρέμα παρεκάθηντο, καὶ οὕτως εἷλον τὸν Πρίλαπον.

Intertext edge

Open linked passage

Note