Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
73.1
Ὁ δὲ τῶν Βουλγάρων ἄρχων, γυναικάδελφος αὐ τοῦ Μιχαήλ, ἔχθραν μὲν εἶχε κατὰ Ῥωμαίων, ἀλλὰ πρὸς τοῦ πρωτεξαδέλφου αὐτοῦ Καλλιμάνου καιρίαν πληγεὶς ἐτεθνήκει. ὁ δὲ Καλλιμάνος τὴν ἐκείνου λαβὼν γαμετὴν τὴν Βουλγάρων ἀρχὴν ἐσφετερίζετο. ἀλλ' ὁ Ῥῶσος Οὖρος μετὰ στρατευμάτων ἐπελθὼν τῷ Τρινόβῳ τὴν θυγατέρα τού του, τὴν τοῦ Μιχαὴλ σύζυγον, εἴληφεν· ὁ γὰρ Καλλιμάνος προπεφόνευτο. ἐπεὶ δ' ἔρημος ἐναπελείφθη κληρονόμου ἡ τῶν Βουλγάρων ἀρχή, οἱ προύχοντες τὸν Τοίχου υἱὸν Κων σταντῖνον εἰς τὸ ἄρχειν αὐτῶν ἀνεδέξαντο. ἵνα δὲ καὶ εὐ πρόσωπος αὐτῷ ἡ ἀρχὴ γένοιτο καὶ δόξειεν ὑπὸ κληρονομίας κρατεῖν, πρὸς τὸν βασιλέα Θεόδωρον πρεσβείαν πεπόμφασιν, ἵνα τὴν πρώτην αὐτοῦ θυγατέρα Εἰρήνην συζεύξῃ τῷ Τοίχῳ, ἐγγόνην οὖσαν τοῦ Ἀσάν. ἐχώρισαν οὖν τὴν ἣν εἶχε γυναῖκα καὶ πρὸς τὸν βασιλέα ἀπέστειλαν. οὕτω γοῦν ἠρέμησαν τὰ τὼν Βουλγάρων.