Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 74 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
74.1
Μετὰ δὲ ταῦτα νόσῳ δεινῇ ὁ βασιλεὺς περιπέπτωκεν. ἀπέκαμον οὖν ἐν ταύτῃ καὶ ἰατρῶν χεῖρες. ἐν οὐκ ὀλίγῳ γοῦν χρόνῳ τῇ νόσῳ κατεξετασθεὶς καὶ τὸ σῶμα ὅλον κατα σκελετευθεὶς τὸ μοναδικὸν ὑπεισῄει σχῆμα, καὶ ἐξομολόγησιν ἐπεποιήκει ψυχῆς γενναίας καὶ μεγαλόφρονος, τὴν εὐαγγελικὴν μιμησάμενος πόρνην, τὸν τῆς Μιτυλήνης ἀρχιερατι κῶς προϊστάμενον εἰς τὴν τῶν αὐτοῦ σφαλμάτων ἐξαγορίαν μετακαλεσάμενος καὶ ἔμπροσθεν τῶν αὐτοῦ ποδῶν πίπτει πρὸς τοὔδαφος καὶ δακρύων ῥεύμασι τὴν γῆν ἔπλυνεν, ἐν ᾗ κατέκειτο, ὡς καὶ πηλὸν γενέσθαι ἐκ τούτων, καὶ τὸ «ἐγκατέλιπόν σε, Χριστέ» συχνῶς ἐπεφώνει, τοῖς τῆς ἐξαγο ρίας λόγοις τοῦτο συμπαραπλέκων. ἐκεῖνος μὲν οὖν οὕτω βιώσας καὶ μήπω ὅλους τέσσαρας ἐνιαυτοὺς αὐτοκρατορήσας· κατὰ τὸν Νοέμβριον γὰρ ἄρξας ἐν Αὐγούστῳ μηνὶ τὸ τέλος ἔσχηκε τῆς ζωῆς. ὁ μὲν οὖν νεκρὸς αὐτοῦ ἐν τῇ τῶν Σωσάνδρων ἀπεκομίσθη μονῇ, καὶ ἐτάφη ἐκεῖσε, ὅπου καὶ ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ. τετελευτηκὼς δὲ τρία κατα λελοίπει παιδία, ἓν μὲν ἄρρεν τοὔνομα Ἰωάννην, θήλεα δὲ δύο, τήν τε Θεοδώραν καὶ Εὐδοκίαν. τὰς ἑτέρας γὰρ δύο αὐτοῦ θυγατέρας ἀνδράσι συνέζευξε, τὴν Εἰρήνην τῷ τοῦ Τοίχου υἱῷ, τὴν δὲ Μαρίαν τῷ τοῦ ἀποστάτου Μιχαὴλ υἱῷ Νικηφόρῳ, ἥτις καὶ ἐν τῷ καιρῷ τῆς τοῦ πενθεροῦ ἀποστάσεως τὸ κοινὸν ἀπέδοτο χρέος.

Intertext edge

Open linked passage

Note