Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
75.1
Ἦν δὲ ὁ υἱὸς αὐτοῦ οὔπω τελείων ἐτῶν ὀκτώ. ὁ δὲ πατὴρ αὐτοῦ διαθήκην πεποίηκε τάχα μὲν ὡς ἐπὶ τῷ παιδί, τῇ δ' ἀληθείᾳ ἐπὶ τῷ πρωτοβεστιαρίῳ αὐτοῦ τῷ Μουζάλωνι Γεωργίῳ· τοῦτον γὰρ διετίθετο τὸ κράτος ἔχειν, μέχρις ἂν ὁ τοῦ βασιλέως υἱὸς εἰς ἥβην τελείαν ἀφίκοιτο· καὶ πρού βησαν ἐπὶ τούτοις προστάξει τοῦ βασιλέως ὅρκοι παρὰ τῶν ἐντυχόντων τῷ τότε. ἀλλ' οὔπω τριταῖος ἦν ἐν τάφῳ ὁ τοῦ βασιλέως νεκρός, καὶ ὡς ἀπὸ κοινοῦ συνθήματος συν δραμόντες πάντες οἱ ἐκεῖσε– στράτευμα δὲ ἦν ἱκανόν– καὶ οἱ πρὸς βασιλέως κεκακωμένοι ἄνδρες εὐγενεῖς, ὁ Στρατη γόπουλος Ἀλέξιος, οὗ τὸν υἱὸν τετύφλωκεν, ὁ Τορνίκης Κων σταντῖνον, ὃν εἶχε δέσμιον, ὁ Φιλῆς Θεόδωρος, ὃν τετύφλωκεν, ὁ Ζαγαρομμάτης Γεώργιος, ὃν ἐκράτει, οἱ τέτταρες υἱοὶ τοῦ πρωτοβεστιαρίου τοῦ Ῥαοὺλ καὶ αὐτοὶ καθειργμένοι, Νικη φόρος ὁ Ἀλυάτης, οὗ τὴν γλῶτταν ἐξέτεμεν, αὐτοβοεὶ πρὸς τὴν Σωσάνδρων μονὴν κατὰ τοῦ ἐπιτρόπου πρωτοβεστιαρίου καὶ τῶν αὐταδέλφων αὐτοῦ, ἐντὸς τοῦ ἱεροῦ βήματος ξίφους ἔργον τούτους ἐποίησαν καὶ τὸν βασιλέα ἔσκωπτον, ὅτι ἀνδραρίοις οὐτιδανοῖς τὴν Ῥωμαίων ἀρχὴν ἐνεπίστευσε.