Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
77.1
Ἐπεὶ δ' ἀπὸ τῶν μεγιστάνων ὁ Καρυανίτης ἦν, ὃς καὶ φόνον κατεψηφίσατο τῶν Μουζαλώνων, τοῦτον ὁ βασι λεὺς Μιχαήλ, ἵνα μή τι νεωτερίσῃ, ἐν εἱρκτῇ ἔθετο. ὁ δὲ ἀποδρὰς περὶ τὰ τῶν Περσῶν ᾤχετο, κατασχεθεὶς δὲ ὑπὸ τῶν Τουρκομάνων πεφόνευται. ἐναπολέλειπτο δὲ ἀπὸ τῶν περιωνύμων ὁ Ἄγγελος Ἰωάννης ὁ πρωτοστράτωρ, ὃς κατὰ τὴν δυσμὴν ἦν. τοῦτον πέμψας ὁ βασιλεὺς ἤθελεν ἀγα γεῖν, καθ' ὁδὸν δὲ βέλει τρωθεὶς ἐτεθνήκει. ὁ γὰρ βασι λεὺς τὸν αὐτάδελφον αὐτοῦ μέγαν χειροτονήσας δομέστικον καὶ τὰ στρατεύματα παραδοὺς αὐτῷ εἰς δύσιν ἐκπέπομφε κατὰ τοῦ ἀποστάτου Μιχαήλ. ὡς δ' ἀνηγορεύθη, σεβαστο κράτορα εἶναι τοῦτον πέπομφε. συνῆν δὲ αὐτῷ καὶ ὁ Στρα τηγόπουλος Ἀλέξιος καὶ ὁ πρωτοβεστιάριος Ῥαοὺλ Ἰωάννης. τετίμηκε δὲ καὶ τὸν Στρατηγόπουλον μέγαν δομέστικον, τὸν δὲ ἐξ ἑτέρας μητρὸς ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον καίσαρα τετίμηκε καὶ εἰς τὰ τῆς Παφλαγονίας ἔστειλε μέρη.