Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
78.1
Καὶ ἦν χαρὰ ὡς ἐκ σκοτομήνης εἰς φέγγος ἢ ἐκ κλύδωνος εἰς γαλήνην ἢ ἐκ χειμῶνος εἰς ἔαρ ἢ ἐκ λαίλαπος εἰς νηνεμίαν ἢ ἐξ ἀνίας εἰς ἡδονήν. Οἱ δ' ἐν πόλει Λατῖνοι καὶ ὁ ἐν αὐτῇ βασιλεύων πρε σβείαν ἔστειλαν πρὸς τὸν βασιλέα ἀπὸ Θεσσαλονίκης ποι ούμενοι ζήτησιν, ἵνα δοίη ταύτην αὐτοῖς καὶ πᾶσαν τὴν ἄλλην χώραν ἕως Κωνσταντίνου. ὁ δὲ βασιλεὺς ἀστειότερον πρὸς σφᾶς ἀπελογήσατο, ὡς «ἐν Θεσσαλονίκῃ ὁ ἐμὸς πατὴρ ἡγεμονεύων ἐτεθνήκει· ὡς οὖν πατρίδος θέλω ἄρχειν αὐ τῆς.» ταῦτ' ἀκηκοότες οἱ πρέσβεις ὑποκνηστιῶσαν ἔσχον τὴν ἀκοὴν καὶ «παραχώρησον ἡμῖν ἐκ τῶν Σερρῶν αὐτῶν» ἔφησαν. καὶ ὃς «ἐκεῖ πρῶτον ἡγεμονεύειν ἠρξάμην, καὶ οὐ χρεὼν ταύτην καταλιπεῖν με.» οἱ δὲ «καὶ δὸς ἡμῖν ἐκ τοῦ Βολεροῦ τὰ μέχρις ἡμῶν.» καὶ ὃς «πολλάκις» φησὶν «ἐκεῖσε ἐθήρευσα, καὶ οὔ μοι κέκριται ἄξιον ἀφεῖναι τοῦ τον τὸν χῶρον.» «τί οὖν ἡμῖν δίδως;» οἱ πρέσβεις ἀντ έφησαν. «ἐγὼ μὲν» ἔφη «οὐδέν. ἀλλ' εἴπερ τὴν ἐξ ἐμοῦ λαβεῖν θέλετε εἰρήνην, ἐθέλω τοὺς ἐν Κωνσταντίνου Λατί νους πρὸς τὴν Ῥωμαίων τελεῖν ἀρχὴν μερίδα μὲν ἐκ τοῦ κομμερκίου ἡμίσειαν κἀκ τοῦ χρυσεψητείου ὡσαύτως. εἰ δ' οὖν, ἀλλ' ἔστω μάχη.»