Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
79.1
Καὶ πρὸς τὸν ἀποστάτην δὲ Μιχαὴλ ἐστείλατο πρε σβείαν διὰ τοῦ Φιλῆ Θεοδώρου, πολλὰ ὑπενδιδοὺς τῶν προσηκόντων ἄστεων καὶ χωρῶν. ἀλλ' ἦν πρὸς τὰς ἀπο κρίσεις σκληρός· ἐφύσα γὰρ αὐτὸν οὐ μόνον τὸ τῷ ῥηγὶ Σικελίας Μαφρὲ κῆδος, ἀλλὰ καὶ τὸ ἐπὶ τῷ πρίγγιπι Ἀχαΐας τῷ Γουλιέρμῳ. ὁ δὲ βασιλεὺς πρὸς τὸν ῥῆγα Σικελίας τὸν Μαφρὲ τὸν τοῦ ἀποστάτου γαμβρὸν πρέσβεις ἔστειλε διὰ τοῦ ἐπὶ τοῦ κανικλείου Νικηφόρου τοῦ Ἀλυάτου, ὃν καὶ κατεῖχε μεθ' ἑαυτοῦ ἐγγύς που δύο ἐτῶν. καὶ πρὸς τὸν πρίγγιπα Ἀχαΐας διεπρεσβεύσατο· ἀλλ' οὐδ' οὗτος εἶξε.