Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Δύο γοῦν παραδραμόντων ἐνιαυτῶν καὶ ὡς δεσπότου φημιζομένου παρὰ πᾶσι τοῦ Λασκάριος, ἐπεὶ συνδρομὴ γέγονε κατὰ Νίκαιαν ἀπό τε περιφανῶν ἀνδρῶν καὶ τῶν λογάδων τῆς ἐκκλησίας, σκέψις τούτοις ἐγένετο, ὅπως βασιλεὺς φημισθείη ὁ δεσπότης Θεόδωρος. πατριάρχου δὲ μὴ παρόντος ἐκεῖσε– ὁ γὰρ Καματηρὸς Ἰωάννης, ὃς τὸν πατριαρχικὸν ἐκόσμει θρόνον, ἡνίκα τῆς Κωνσταντίνου ἐκράτησαν Ἰταλοί, περὶ τὸ Διδυμότειχον ἀπῆρε κἀκεῖσε τὰς διατριβὰς ἐποιεῖτο, καὶ διαμηνυθεὶς παρὰ τοῦ Λασκάριος καὶ τῶν λοιπῶν ἀπηνή νατο τὴν πρὸς αὐτοὺς ἄφιξιν, ἔγγραφον τὴν παραίτησιν ποιησάμενος. ψηφίζεται γοῦν πατριάρχης Μιχαὴλ ὁ Αὐτω ρειανός, λόγιος τυγχάνων καὶ πάσης γραφῆς ἔμπειρος, τῆς τε ἡμετέρας καὶ τῆς θύραθεν, ὃς καὶ τὸν δεσπότην Θεό δωρον τῷ τῆς βασιλείας διαδήματι ταινιοῖ. Ἐντεῦθεν βασιλεὺς ὁ Λάσκαρις ἀναγορευθεὶς συντονώ τερον ἐφήψατο τῶν πραγμάτων, μάχαις δὲ προσέκυρσεν οὐκ ὀλίγαις καὶ χαλεπαῖς. οἵ τε γὰρ Ἰταλοὶ κατὰ τὴν ἑῴαν τὸν πόρον πεποιηκότες, τὰ πλείω ταύτης ὑφ' ἑαυτοὺς ἐποι ήσαντο. τό τε γὰρ ἅπαν θέμα Ὀψικίου καὶ Αἰγαίου καὶ αὐτὸ δὴ τὸ Ἀτραμύτιον τῶν Ἰταλῶν ἐγεγόνει, Βάρις τε καὶ Αὐλωνία, Ποιμανηνόν τε καὶ Λεντιανὰ μέχρι τοῦ Λοπαδίου αὐτοῦ δεσπότας ἐγίνωσκον Ἰταλούς, ἀλλά γε δὴ καὶ τὰ τῆς Θυνίας πάντα μέχρι καὶ Νικομηδείας αὐτῆς. ἐντεῦθεν ἐστενοῦτο πολὺ ὁ βασιλεὺς Θεόδωρος. οὐδὲν δὲ ἧττον καὶ πρὸς Ῥωμαίων κατεβιάζετο. ἐν γὰρ τῇ συγχύσει τῆς Κων σταντίνου ἁλώσεως ἄλλοθεν ἄλλος ἡγεμόνες εἶναι τυχόντες ἢ καὶ οἱ τῶν ἄλλων προύχοντες ὡς οἰκείαν ἀρχὴν τὴν ὑφ' αὑτοὺς ἐποιοῦντο χώραν, ἢ ἐξ αὐτῶν εἰς τοῦτο ὁρμήσαντες ἢ καὶ παρὰ τῶν οἰκητόρων μετακληθέντες εἰς τὴν τῆς χώρας δεφένδευσιν. αὐτίκα Θεόδωρος, ὃν καὶ Μωροθεόδωρον ἀπεκάλουν, ἄρχων ἦν τῆς Φιλαδέλφου πόλεως. ἕτερος δὲ Σάββας τοὐπίκλην τοῦ ἄστεος ἐδέσποζε τοῦ Σαμψὼν μετὰ καὶ τῶν πλησίον τυγχανόντων αὐτῷ. Παφλαγονίας δὲ πάσης ἐγκρατὴς ἦν Δαυίδ, ἀδελφὸς ὢν Ἀλεξίου τοῦ τῆς Τραπε ζοῦντος κρατήσαντος, ὃς καὶ μέγας ὠνομάζετο Κομνηνός, οἳ τοῦ βασιλέως Ἀνδρονίκου ὑπῆρχον ἔγγονοι, Μανουὴλ τῷ τούτου τεχθέντες υἱῷ. ἀλλὰ τὸν μὲν Μωροθεόδωρον καὶ τὸν Σάββαν εὐχερῶς μετῆλθε, κἀντεῦθεν ἐδέσποζεν ἀδεῶς Κελβιανοῦ τε παντός, Μαιάνδρου, Φιλαδελφείας καὶ Νεοκάστρων.