Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
80.1
Τὸν δὲ ἀδελφὸν αὐτοῦ τὸν σεβαστοκράτορα κατὰ τοῦ ἀποστάτου ἐκπέμψας προσέταξε κατευθὺ τὴν πορείαν ποιή σασθαι, μέχρις ἂν τῷ τοῦ ἀποστάτου ἐντύχοι στρατεύματι. ὁ δὲ ἀποστάτης περὶ τὰ τῆς Καστορίας μέρη ἐστρατοπέδευεν. ἄφνω δ' ἐπῆλθε τούτῳ βοή, ὡς τὰ Ῥωμαϊκὰ στρατεύματα τὰ τῶν Βοδηνῶν τέμπη διαβάντα κατ' αὐτῶν χωροῦσι. καὶ πτοίᾳ ληφθεὶς ᾤχετο, πολλοὶ δὲ καθ' ὁδὸν ἐσίνοντο. καὶ ὁ Πετραλίφας δὲ Θεόδωρος, ὁ αὐτοκασίγνητος τῆς τοῦ ἀποστάτου συζύγου, τόπῳ ἐντυχὼν κρημνώδει σὺν ἵππῳ ὤλετο. συνεστάλησαν οὖν μέχρι τῶν Πυρρηναίων ὀρῶν, ἃ δὴ διο ρίζει τὴν παλαιάν τε καὶ νέαν Ἤπειρον τῆς Ἑλληνίδος καὶ ἡμετέρας γῆς. ἐπεὶ δὲ οὕτω συνέβη, ἄδειαν ὁ σεβαστοκρά τωρ δραξάμενος κατὰ τῶν ἄστεων ὥρμησεν. εἷλεν οὖν Ἀχρίδαν, Δεάβολιν, καὶ πᾶσα δὲ ἡ περὶ τούτων χώρα, εἴτ ουν Πρέσπα Πελαγονία Σωσκὸς Μολυσκὸς ὑπὸ τὴν Ῥω μαϊκὴν ἐγεγόνεισαν ἐπικράτειαν.