Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 82 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
82.1
Ὁ μὲν οὖν σεβαστοκράτωρ Ἰωάννης τὴν Θετταλίαν παραμείψας περὶ τὴν νέαν Πάτραν ἐστρατοπεδεύσατο, ὁ δὲ Στρατηγόπουλος σὺν ἑτέροις τὰ Πυρρηναῖα ὑπερβάντες ὄρη καὶ καταλιπόντες ἐν τοῖς Ἰωαννίνοις στράτευμα εἰς τούτων πολιορκίαν περὶ τὴν Ἄρταν ἧκον. κατέλιπον δὲ τὸν ἐκεῖσε λαὸν οὐκέτι εὐνοϊκῶς περὶ αὐτοὺς ἔχοντα· οὐ γὰρ καλῶς ἐχρήσαντο τούτοις. διὰ ταῦτα καὶ ἡ περιφανεστάτη ἐκείνη νίκη πρὸς τοὐναντίον κεχώρηκεν. ὁ δὲ νόθος υἱὸς τοῦ Μιχαὴλ Ἰωάννης κατὰ τῶν Λατίνων κεχώρηκε, καὶ τὴν Λεβαδίαν παραμείψας τὰς Θήβας ἐσκύλευσε, τὴν δ' ἣν ὤδινεν ἀπιστίαν εἰς προὖπτον ἐξέφηνε, καὶ μετ' ἄλλων ἀποδρὰς πρὸς τὸν ἀποστάτην πατέρα ἧκε, μεθ' οὗ πλοια ρίοις ἐμβάντες τὰς διατριβὰς ἐν τῇ θαλάττῃ ἐποίουν. ὅμως ἀνερρώσθη, καὶ περὶ Ἄρταν ἀφιγμένος, ἐπεὶ τοὺς πάντας οἰκήτορας προσκειμένους εὗρεν αὐτῷ, εἶδε δὲ καὶ τὸ τῆς Βονδίτζης ἄστυ παρὰ τοῦ μέρους τούτου κρατούμενον, συναγαγὼν πάντας τοὺς ἡμετέρους ἐξ Ἄρτης ἐξήλασεν, ἀλλὰ καὶ τοὺς πολιορκοῦντας τὰ Ἰωάννινα. ὁ μὲν οὖν σεβαστο κράτωρ Ἰωάννης καὶ Τορνίκιος ὁ πενθερὸς αὐτοῦ πρὸς τὸν αὐτοκράτορα ἐπανῄεσαν· ὃν καὶ τῷ τῶν δεσποτῶν τετίμηκεν ἀξιώματι, τὸν δὲ Τορνίκιον τῷ τῶν σεβαστοκρατόρων, καὶ τὸν αὐτάδελφον αὐτοῦ Κωνσταντῖνον σεβαστοκράτορα κατωνόμασεν. ἀλλὰ καὶ τὸν Στρατηγόπουλον Ἀλέξιον δι' ἐπιστολῆς τετίμηκε καίσαρα.

Intertext edge

Open linked passage

Note