Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 84 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
84.1
Ἧκεν οὖν εἰς Πηγάς, εἶτα πρὸς Νύμφαιον. ἧκε καὶ περὶ Κλαζομενήν, οὗ ἧξε καὶ ὁ σεβαστοκράτωρ Τορνίκιος καὶ δι' ὄχλου γέγονε τῷ βασιλεῖ διὰ τὸν πατριαρχεύσαντα Ἀρσένιον. ὁ γὰρ πατριαρχικὸς ἐχήρευε θρόνος, τοῦ πατριαρχεύσαντος Νικηφόρου, ὃς ἀπὸ τῆς Ἐφέσου εἰς τὸν πατριαρχικὸν μετετέθη θρόνον, ἀπάραντος τῶν ἐνθένδε μηδ' ὅλον ἐνιαυτὸν διαρκέσαντος. ὁ δὲ Ἀρσένιος προεκλήθη ἀπὸ τοῦ βασιλέως Θεοδώρου, ὃς ἔχθραν ἔσχε κατὰ τοῦ βασιλέως. καὶ ἀνήχθη αὖθις Ἀρσένιος. 85 Ὁ δὲ βασιλεὺς τὸν Στρατηγόπουλον καίσαρα πέμπει τοῖς δυτικοῖς μέρεσι, παρήγγειλε δὲ τῆς Κωνσταντίνου ἀποπειράσασθαι. ναῦς οὖν τότε μεγίστη ἐκ Βενετίας εἰς τὴν Κωνσταντίνου ἀφίκετο καὶ ποτεστάτος, ὃς παροτρύνας** τοὺς ἐν Κωνσταντίνου Λατίνους ἐν τριήρεσι καὶ πλοίοις καὶ λεμβαδίοις καὶ δρόμωσι κατὰ Δαφνουσίας χωρῆσαι. καὶ γέγονεν οὕτως, καὶ κεκένωτο ἡ πόλις ἀνδρῶν, τῷ βασιλεῖ ταύτης Βαλδουίνῳ μετά τινων μετρίων φυλασσομένη. αἴφνης οὖν ὁ καῖσαρ τῇ Κωνσταντίνου ἐπῄει, ἔχων καὶ ἄνδρας τινὰς ἐκεῖθεν ὄντας καὶ ἀκριβῶς εἰδότας τὰ κατ' αὐτήν. καὶ μαθὼν ὀπήν τινα περὶ τὰ τείχη χωροῦσαν εἰσιέναι ὁπλίτην ἐκεῖ ᾔει. εἰσῆλθεν οὖν διὰ ταύτης ἀνὴρ καὶ ἕτερος καὶ ἄλλος καὶ καθεξῆς μέχρι τῶν ιεʹ. ἔτι δὲ καὶ πλείους ἄλλοι εἰσιόντες ἕνα εὗρον περὶ τὰ τείχη φύλακα, ὃν ἀναβάντες ἔξω τῶν τειχῶν ἔρριψαν, καὶ πελέκεσι τὰς πύλας ἐκμοχλεύσαντες ἐλευθέραν τὴν εἰς αὐτὴν εἴσοδον ἐποίησαν τῷ στρατεύματι. οἱ δ' ἐντὸς τῷ αἰφνιδίῳ κατασεισθέντες ὡς εἶχον ἕκαστος τὴν ἑαυτοῦ σωτηρίαν ἐπραγματεύοντο. καὶ ὁ Βαλδουῖνος περὶ τὸ μέγα παλάτιον ἐχώρησεν. οἱ δὲ περὶ Δαφνουσίαν ἀπιόντες Λατῖνοι καὶ ὁ ποτεστάτος, ἐπεὶ μὴ κατ' αὐτῶν τι δρᾶσαι ἴσχυσαν, πρὸς τὴν πόλιν ἐπανεζεύγνυον· ἀντελάβετο γὰρ κἀκείνων θεός. καὶ πλησιάσαντες εἰς τὴν πόλιν ὥρμησαν εἰσελθεῖν. ἀλλὰ τὰ Ῥωμαϊκὰ στρατεύματα τοῦτο γνόντες πῦρ ταῖς οἰκίαις τῶν Λατίνων ἐνέβαλον περὶ τὸν αἰγιαλὸν κειμέναις, καὶ ἐνέπρησαν ταύτας, πρῶτα Βενετίκων, εἶτα τῶν ἄλλων γενῶν, ἃς καὶ Κάμπους ὠνόμαζον. ὡς δ' εἶδον τοῦτο Λατῖνοι, λαβόντες ἐντὸς τῶν τριήρεων ὅσους ἠδύναντο, καὶ μιᾶς εἰς τὸ μέγα παλάτιον χωρησάσης καὶ δεξαμένης τὸν Βαλδουῖνον, ὑπε χώρησαν. οὕτω μὲν ἡ Κωνσταντίνου προνοίᾳ θεοῦ ὑπὸ Ῥωμαίους ἐγένετο, Ἰουλίου κεʹ ἄγοντος, οὔσης ἐπινεμήσεως δʹ καὶ ἀπὸ γενέσεως κόσμου ἔτους ὄντος# 22ϛψξθʹ, ὑπὸ Λατίνων κρατηθεῖσα χρόνους νηʹ.

Intertext edge

Open linked passage

Note