Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 8 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ἀλλ' ἐνταῦθά μοι ὁ λόγος ἀναμεινάτω· ἱστορῆσαι γὰρ βούλεται τὰ τῷ βασιλεῖ Ἀλεξίῳ συμβάντα. ἀφίκετο μὲν οὖν, ὡς εἰρήκειν, εἰς Θεσσαλονίκην, καὶ ὑπεδέχθη παρὰ τῆς αὐτοῦ νύμφης, ἣ ἐξ Οὔγγρων μὲν ὥρμητο, ἐπεγαμβρεύθη δὲ τῷ βασιλεῖ Ἰσαακίῳ μετὰ τὴν τῆς γυναικὸς αὐ τοῦ τελευτήν, ἣν καὶ ὡραίαν πάνυ τῷ εἴδει οἱ κατιδόντες ἔφασκον εἶναι. τῶν γοῦν Ἰταλῶν εἰς πολυμέρειαν τὰ τῆς Ῥωμαΐδος κληρωσαμένων καὶ τοῦ μὲν ἐκ Φλάντρας ὡρμη μένου Βαλδουΐνου βασιλέως ἀναγορευθέντος, τοῦ δὲ δουκὸς Βενετίας, ὃς καὶ αὐτοπροσώπως συνῆν, μερίδα οὐ μικρὰν ἐσχηκότος καὶ δεσποτικῷ ἀξιώματι τιμηθέντος, ἔχειν τε ἐξ ὅλου πρὸς τὸ ὅλον, ὃ τὸ τῶν Φράγγων ἐκτήσατο μέρος, τὸ τέταρτον καὶ τοῦ τετάρτου τὸ ἥμισυ, ἐπειδὴ καὶ ὁ μαρκέσιος ἀξιόλογον μοῖραν τῆς συμμαχίας ἦν ἐνεγκάμενος, ῥὴξ Θεσσαλονίκης παρὰ τοῦ Φλάντρα τετίμηται, προσλαβόμενος καὶ γυναῖκα τὴν δηλωθεῖσαν Μαρίαν. ὑπὸ ταύτης ὑπεδέχθη Ἀλέξιος. μετὰ μικρὸν δὲ φωραθεὶς τοῖς ἐκεῖσε νεωτερί ζεσθαι, ἀπεδιώχθη συνάμα τῇ γυναικὶ καὶ τῇ θυγατρὶ Εὐδοκίᾳ, ἣν καὶ εἰς Κόρινθον ἀφικόμενος τῷ Σγουρῷ συνεζεύξατο. μικρὸν δὲ τοῖς ἐκεῖσε προσδιατρίψας, γνοὺς παρά τινων ὡς ἁλίσκεσθαι μέλλει, ἀπέδρα· ἐκ Λογγιβαρδίας δέ τισι ξυντυχὼν ἁλίσκεται, πρὸς τὸν πρωτεξάδελφον αὐτοῦ Μιχαὴλ τὰς κινήσεις ποιούμενος· ἦν γὰρ κἀκεῖνος τῷ τότε μέρους τινὸς παλαιᾶς Ἠπείρου κρατήσας καὶ πολλὰ τοῖς πρὸς τὰ ἐκεῖσε μέρη ἀφιγμένοις Ἰταλοῖς παρέχων πράγματα. καὶ ἦν οὗτος δυναστεύων τῆς τοιαύτης χώρας, Ἰωαννίνων γὰρ ἦρχε καὶ Ἄρτης καὶ μέχρι Ναυπάκτου. ὡς γοῦν ἑάλω παρὰ Λογγιβάρδων ὁ βασιλεὺς Ἀλέξιος, καὶ ἀπεμπολεῖται παρ' αὐτῶν συνάμα τῇ γυναικί. μικρὸν δὲ μετὰ τοῦ Μιχαὴλ προσκαρτερήσας βουλεύεται πρὸς τὸν Ἰκονίου σουλτὰν ἀπελθεῖν, ὃν Ἰαθατίνην ὠνόμαζον· ἦν γὰρ τούτῳ συνήθης. ὁ γὰρ εἰρημένος Ἰαθατίνης τὰς τοῦ ἀδελ φοῦ αὐτοῦ χεῖρας ἀποδρὰς Ἀζατίνου, κατάρχοντος τότε τῶν Μουσουλμάνων, ἐς Ἀλέξιον ἧκε τοῦτον καὶ παρ' αὐτοῦ υἱοθετεῖται, ὃς καὶ τῷ βασιλεῖ τούτῳ συναπέδρα. ἀλλ' οὐ συχναὶ παρῆλθον ἡμέραι, καὶ ἀφικνεῖται πρὸς αὐτὸν ἀνὴρ τὸν ἀδελφοῦ αὐτοῦ μόρον μηνύων αὐτῷ κρύφα· ὃς καὶ ῥάκεσι πενιχροῖς ἐσταλμένος μετ' αὐτοῦ ἀφικνεῖται καὶ τοῖς αὐτοῦ καταστὰς γνώριμος περσάρχης ἐπιφημίζεται. οὗτος καὶ τῷ βασιλεῖ Θεοδώρῳ χρήσιμος ἀνεφάνη συμμαχίαν δούς· ὡς ἀδελφὴν γὰρ τὴν βασιλίδα Ἄνναν ὠνόμαζεν.

Intertext edge

Open linked passage

Note