Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 9 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Ἐφοδίοις ἀπάρας τῆς τοῦ Μιχαὴλ γῆς καὶ φορῷ χρησάμενος πνεύματι, τῇ τῆς Ἀττάλου προσώρμισεν. ἀσμενέ στατα οὖν παρὰ τοῦ σουλτάνου προσδέδεκται. ὁ βασιλεὺς δὲ Θεόδωρος διῆγεν ἐν τῇ Νικαίᾳ, καὶ πρεσβεία πρὸς τοῦ σουλ τὰν παρ' αὐτὸν ἀφικνεῖται, τὴν τοῦ βασιλέως καὶ πενθεροῦ γνωρίζουσα ἄφιξιν, καὶ ὡς ἄδικος εἴη ξένης ἐπειλημμένος ἀρχῆς. ἐταράχθη γοῦν ἐπὶ τοῖς λόγοις ὁ βασιλεύς. ὁ μὲν γὰρ σουλτὰν πρόφασιν εἶχεν Ἀλέξιον, σκοπὸς δ' ἦν αὐτῷ τὴν τῶν Ῥωμαίων καταδραμεῖν. καὶ ἦν ἐπὶ ξυροῦ, ὅ φασι, τούτῳ τὰ πράγματα. συναγαγὼν γοῦν τοὺς αὐτοῦ ἐπειρᾶτο τούτων, εἴτε αὐτῷ προσανέχοντες εἶεν εἴτε τῷ πενθερῷ. οἱ δὲ πανσυδὶ ἢ συζῆν αὐτῷ ἢ συναπολέσθαι εἰρήκεισαν. θαρσαλέως γοῦν τῆς Νικαίας ἐξῄει, ἔχων καὶ τοὺς τοῦ σουλ τὰν πρέσβεις. ταχύτερον δὲ τῷ δρόμῳ χρησάμενος ἀφί κετο εἰς Φιλαδέλφου. ὁ δὲ σουλτὰν ἀπάρας μεθ' ἑαυ τοῦ καὶ ὃν ὡς δέλεαρ ἐπεφέρετο βασιλέα Ἀλέξιον τὴν ἔφοδον ἐν Ἀντιοχείᾳ πεποίηται. πόλις δὲ αὕτη χώρας προκαθημένη Μαιάνδρου, κρατῆσαι δέ οἱ ταύτης ἦν ὁ σκοπός. διὰ ταῦτα καὶ ἑλεπόλεις ἐστήσατο καὶ ἐπόρθει τὴν πόλιν. καὶ ἦν γε αὕτη ἐν χρῷ τοῦ ἁλῶναι. ὃ δὴ καὶ δεδιὼς ὁ βασιλεὺς Θεόδωρος– ἦν γὰρ καὶ ἀληθές, ὡς εἰ ταύτης ἐκράτησεν ὁ σουλτάν, οὐδὲν ἂν ἦν αὐτῷ ἐμ ποδὼν τοῦ μὴ πᾶσαν τὴν Ῥωμαίων χειρώσασθαι. καὶ οἷον ἐπὶ κύβου τὸν πόλεμον θεὶς ἢ μᾶλλον ἀληθῶς εἰπεῖν ἐπὶ τῷ δεσπότῃ θαρρήσας Χριστῷ, οὗ τὴν κλῆσιν ὡς σύσσημόν τι ἢ σφραγῖδα οἱ εὐσεβεῖς ἐπιφέρομεν, ἐπισπεύδει τὸν δρό μον, παραγγείλας μηδένα ἢ σκηνὴν φέρειν ἢ ἄχθος ἢ ἕτε ρόν τι τῶν οὐ λυσιτελούντων ἐν τῷ πολέμῳ, ἄνευ μέντοι τῶν ἀναγκαίων, τροφῆς μικρᾶς καὶ ἐνδύματος. ἦν δὲ ἅπαν αὐτῷ τὸ στράτευμα εἰς δισχιλίους ἠριθμημένον, ὧν ὀκτα κόσιοι μὲν Ἰταλοί, ἄνδρες γενναῖοι καὶ τὴν χεῖρα σθεναροί, ὡς ὁ καιρὸς ἔδειξε, Ῥωμαῖοι δὲ οἱ λοιποὶ ἐτύγχανον.

Intertext edge

Open linked passage

Note