In Gregorii Nazianzeni sententias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ταύτην τὴν ὕλην ἁπλούστατον τελοῦσαν ὂν στασιάζειν πρὸς ἑαυτὴν λέγουσι διὰ τὸ φιλεῖν ἀπὸ εἴδους εἰς εἶδος μεταπηδᾶν καὶ οὐ μᾶλλον πρὸς τοῦτο ἢ πρὸς ἐκεῖνο φιλίως ἔχουσαν. ἀκίνητος δὲ πάντη ἐστὶ καὶ ἀνενέργητος ἐξ ἐναν τίας τῷ πρώτως ὄντι· ἐκείνου γὰρ μόνως ποιοῦντος αὕτη μόνως πάσχει, κἀκείνου μόνως κινοῦντος αὕτη μόνως κινεῖται. οὕτω γοῦν ταύτης ὑποκειμένης καὶ προσεχῶς τοῖς ποσοῖς καὶ ποιοῖς πασχούσης καὶ λαμβανούσης ὕπαρξιν, ἀκίνητα μὲν πάντη καὶ οὕτω τὰ ὑπὸ ταύτης τελεσιουργούμενα ἀναδείκνυται, ζωῆς δὲ τῆς ἐκεῖθεν καὶ πρώτης μοίρας ἐν αὐτῇ καταπτάσης προσεδέξατο κίνησιν εἴτουν αἴσθησιν καὶ τὴν κατὰ ταύτην ἐνέργειαν, καὶ ζῶον ᾠκονόμηται αἰσθανόμενον. προσεπιφοιτήσαντος δὲ ταύτῃ καὶ νοῦ, τὸ λογικὸν καὶ νοερὸν γεγένηται ζῶον, δι' οὗ καὶ τέχναι πεποίηνται, εἰκόνες τινὲς τῆς πρώτης οὐσίας καὶ δημιουργικῆς φύσεως. ἀνάγκη οὖν πᾶσα προηγουμένως μὲν καὶ κυρίως καὶ οὐ κατὰ μέθεξιν ἐν τῷ πρώτῳ ταῦτα τυγχάνειν ὄντι. ζωὴ γοῦν ἐκεῖσε καὶ νοῦς, ἵνα τῇ μὲν ζωῇ διαμένῃ τὸ ὂν ἀιδίως, τῷ δὲ νοῒ δημιουργῇ καὶ συνέχῃ τὰ ὄντα.