In Gregorii Nazianzeni sententias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Συνῆκται γοῦν ἐκ τῶν εἰρημένων, ὡς τὸ πρώτως ὂν ἔνζων ὀφείλει εἶναι καὶ ἔννουν, ἐξ οὗ πᾶσα οὐσία καὶ ζωὴ καὶ νοῦς, τῇ μετοχῇ μᾶλλον ἢ τῷ εἴδει ὀνομαζόμενα. ἐκεῖνο γάρ ἐστι τὸ αὐτοὸν ἢ αὐτοζωὴ καὶ αὐτονοῦς, τὸ δὲ παρὰ τοῦτο ἅπαν μᾶλλον μὴ ὂν ἢ ὄν, ἐπεὶ ἦν, ὅτε οὖκ ἦν τὸ ὂν τῇδε συνοχῇ τούτου, καὶ μένει ὂν καὶ ζῇ καὶ νοεῖ. τόσον γὰρ μετέσχε ζωῆς ὅσον ἐκεῖνο παρέσχε, καὶ τοσοῦτον νοεῖ ὅσον ἐκεῖνο μετέδωκε, ζωὴ δὲ καὶ νοῦς ἐν τῷ ὄντι οὐχ ὡς ἔν τινι καθεστήκασιν. οὕτω μὲν οὖν καὶ διὰ ταῦτα τὸ πρώτως ὂν ζῶν καὶ νοοῦν τυγχάνον μένει καὶ ἀστασίαστον. πῶς γὰρ ἂν ἡ οὐσία πρὸς τὴν οἰκείαν ζωὴν στασιάσειεν ἣν προήγαγεν; ἢ πῶς αὕτη πρὸς ἐκείνην ἢ ὁ νοῦς πρὸς τὴν οἰκείαν οὐσίαν τε καὶ ζωὴν ἢ αὕτη πρὸς ταῦτα;