In Gregorii Nazianzeni sententias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ἐντεῦθεν ἓν ὂν ἁπλούστατόν τε καὶ ἡνωμένον τρία ἐστί, καὶ διὰ τοῦτο καὶ ἀστασίαστον, θαυμασίαν ἔχον τὴν ἕνωσιν καὶ θαυμασιωτέραν δὲ τὴν διαίρεσιν, ἢ ἄρρητον ταύτην καὶ ἀρρητοτέραν ἐκείνην. ἵνα δὲ καὶ ἐκ θειοτέρων γραφῶν τὰ λεγόμενα παραστήσωμεν, ὅτι ἔστιν ὁ ὤν, ὁ πατήρ, ἐξ οὗ ἡ ζωὴ καὶ ὁ νοῦς, μάρτυς ὁ φάσκων πρὸς τὸν Μωυσὴν ἐρωτῶντα, τί ἂν εἴη τούτου τὸ ὄνομα, «ἐγώ εἰμι ὁ ὢν» εἰρηκώς. ὁ δὲ υἱὸς ζωή, ἐκ τοῦ ὄντος ἐνυπόστατος προϊὼν καὶ εἰς αὐτὸν ἐπιστρέφων. καὶ μαρτυρεῖ ἐν εὐαγγελίοις λέγων· «ἐγώ εἰμι ἡ ζωή». τὸ δὲ πνεῦμα νοῦς, τὸ παρὰ τοῦ ὄντος καὶ αὐτὸ προϊὸν ὡς ἐκ πηγαίας οὐσίας καὶ διὰ τῆς ζωῆς οὐσιωδῶς ἐμφαινόμενον καὶ ἐπιμένον ἐν αὐτῇ καὶ διὰ ταύτης πρὸς τὸ ἐξ οὗ ἐπιστρέφον, ἵνα ταῦτα εἶεν καὶ ἓν καὶ τρία. τοῦτο νοῦν τοῦ παντὸς Ἕλληνες, ἀμυδράν τινα γνῶσιν ἐξ αὐτοῦ λαβόντες, ὠνόμασαν. τοῦτο γάρ ἐστι τὸ τὰ πάντα διακοσμοῦν καὶ τοῖς πᾶσιν ἐμπλατυνόμενον μετὰ τῆς δημιουργικῆς δυνάμεως, τῆς οὐσιοποιοῦ καὶ ζωοποιοῦ, λεπτομέρειά τις τυγχάνον τῆς ὅλης φύσεως, ὃ καὶ ὀσμὴν τῆς θεότητος ἔφη τις τῶν θεολογησάντων τὰ θεῖά τε καὶ ἡμέτερα.